호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πολὺ δὲ κατὰ τὴν ἀβουλίαν καὶ κατὰ τὴν ἀγεννίαν ὁ Πολυάρατος ὑπερέθετο τὸν Δείνωνα.? τοῦ γὰρ Ποπιλίου προστάξαντος Πτολεμαίῳ τῷ βασιλεῖ τὸν Πολυάρατον ἀναπέμπειν εἰς τὴν Ῥώμην, ὁ βασιλεὺς εἰς μὲν τὴν Ῥώμην οὐκ ἔκρινε πέμπειν, ἐντρεπόμενος τὴν πατρίδα καὶ τὸν Πολυάρατον, εἰς δὲ τὴν Ῥόδον ἀποστέλλειν διέλαβε, κἀκείνου τοῦτο παρακαλοῦντος.
παραστήσας οὖν λέμβον καὶ παραδοὺς αὐτὸν Δημητρίῳ τινὶ τῶν φίλων ἐξαπέστειλεν.
ἔγραφε δὲ καὶ τοῖς Ῥοδίοις ὑπὲρ τῆς ἐκπομπῆς. ὁ δὲ Πολυάρατος προσσχὼν Φασηλίδι κατὰ πλοῦν καὶ διανοηθεὶς ἅττα δή ποτ οὖν, λαβὼν θαλλοὺς κατέφυγεν ἐπὶ τὴν κοινὴν ἑστίαν.
ὃν εἴ τις ἤρετο τί βούλεται, πέπεισμαι μηδ ἂν αὐτὸν ἔχειν εἰπεῖν.
εἰ μὲν γὰρ εἰς τὴν πατρίδα μολεῖν ἐπεθύμει, τί θαλλῶν ἔδει· τοῦτο γὰρ προύκειτό που τοῖς ἄγουσιν αὐτόν. εἰ δ εἰς τὴν Ῥώμην, καὶ μὴ βουλομένου κείνου τοῦτ ἔδει γενέσθαι κατ ἀνάγκην.
τί οὖν κατελείπεθ ἕτερον· ἄλλος γὰρ τόπος ὁ δεξόμενος αὐτὸν μετ ἀσφαλείας οὐκ ἦν. ἀναλαβεῖν δ εἰς τὴν ναῦν ἐκώλυσαν τὸν ἄρχοντα διὰ τὸ προστετάχθαι τοῖς ἐκ τῆς Ἀλεξανδρείας εἰς Ῥώμην ἀποκαταστῆσαι τὸν ἄνθρωπον.
τοῦ δὲ Δημητρίου τοῦ προχειρισθέντος ὑπὸ τοῦ βασιλέως διὰ τὴν ἀναπομπὴν κελεύοντος ἀνίστασθαι καὶ πλεῖν αὐτόν, καὶ τῶν Φασηλιτῶν συνεπισχυόντων αὐτῷ διὰ τὸ δεδιέναι μή τις ἐκ Ῥωμαίων σφίσι διὰ ταῦτα μέμψις ἐπακολουθήσῃ, καταπλαγεὶς τὴν περίστασιν ἐνέβη πάλιν τὸν λέμβον πρὸς τὸν Δημήτριον.
προσδραμὼν κατέφυγε πάλιν εἰς Καῦνον κἀκεῖ παραπλησίως ἐδεῖτο τῶν Καυνίων βοηθεῖν.
τούτων δὲ πάλιν ἀποτριβομένων αὐτὸν διὰ τὸ τάττεσθαι μετὰ Ῥοδίων, διεπέμπετο πρὸς Κιβυράτας, δεόμενος αὐτὸν δέξασθαι τῇ πόλει καὶ πέμψαι παραπομπήν.
ἔσχε γὰρ ἀφορμὴν πρὸς τὴν πόλιν διὰ τὸ τεθράφθαι παρ αὐτῷ τοὺς παῖδας Παγκράτους τοῦ τυράννου.
τῶν δὲ πεισθέντων καὶ ποιησάντων τὰ παρακαλούμενα, παραγενόμενος εἰς τὴν Κιβύραν εἰς ἀπορίαν ἐνέβαλεν αὑτόν τε καὶ τοὺς Κιβυράτας μείζω τῆς πρότερον, ὅτε παρὰ τοῖς Φασηλίταις ἦν.
οὔτε γὰρ ἔχειν παρ αὑτοῖς ἐθάρρουν αὐτὸν διὰ τὸ δεδιέναι τὸν ἀπὸ Ῥωμαίων κίνδυνον, οὔτ ἀναπέμπειν εἰς τὴν Ῥώμην ἐδύναντο διὰ τὴν ἀπειρίαν τῶν κατὰ θάλατταν ἔργων, ἅτε μεσόγαιοι τελέως ὑπάρχοντες.
λοιπὸν ἠναγκάζοντο πρεσβεύειν εἰς τὴν Ῥόδον καὶ πρὸς τὸν στρατηγὸν εἰς Μακεδονίαν, ἀξιοῦντες παραλαβεῖν τὸν ἄνθρωπον.
τούτῳ τῷ τρόπῳ συνέβη τὸν Πολυάρατον ἐλθεῖν εἰς τὴν Ῥώμην, ἐκθεατρίσαντα μὲν τὴν ἀβουλίαν τὴν αὑτοῦ καὶ τὴν ἀγεννίαν ἐφ ὅσον οἱό῀ς τ ἦν, ἔκδοτον δὲ γενόμενον οὐ μόνον παρὰ Πτολεμαίου τοῦ βασιλέως, ἀλλὰ καὶ παρὰ Φασηλιτῶν καὶ παρὰ Κιβυρατῶν καὶ παρὰ Ῥοδίων διὰ τὴν ἰδίαν ἄνοιαν.
Τίνος οὖν χάριν τὸν πλείω λόγον πεποίημαι περὶ Πολυαράτου καὶ Δείνωνος·
οὐχ ἵνα συνεπεμβαίνειν δόξω ταῖς ἐκείνων ἀτυχίαις.
καὶ γὰρ ἄτοπόν γε τοῦτο τελέως: ἀλλ ἵνα φανερὰν ποιήσας τὴν ἐκείνων ἀβουλίαν βέλτιον παρασκευάσω καὶ βουλεύεσθαι καὶ φρονεῖν τοὺς κατὰ τὰς περιστάσεις εἰς παραπλησίους ἐμπίπτοντας καιρούς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기