호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
φοί, παρὰ δὲ Ῥοδίοις Δείνων καὶ Πολυάρατος.? ὧν τίς οὐκ ἂν καταμέμψαιτο τὴν προαίρεσιν· ἅμα δὲ καὶ τῶν ἀνθρώπων ὑποχειρίων γεγονότων τῶν διαπεμπομένων παρ ἑκατέρων καὶ πρὸς ἑκατέρους, οὐχ οἱοί῀ τ ἦσαν εἴκειν οὐδ ἐκποδὼν ποιεῖν ἑαυτούς, ἀλλ ἀκμὴν ἠμφισβήτουν.
τοιγαροῦν προσκαρτεροῦντες καὶ φιλοζωοῦντες πρὸς ἀπεγνωσμένας ἐλπίδας καὶ τὸ δοκοῦν εἶναι περὶ αὐτοὺς τολμηρὸν καὶ παράβολον ἀνέτρεψαν, ὥστε παρὰ τοῖς ἐπιγινομένοις μηδ ἔσχατον ἐλέῳ καὶ συγγνώμῃ τόπον καταλιπεῖν.
ἐλεγχόμενοι γὰρ κατὰ πρόσωπον ὑπὸ τῶν ἰδίων χειρογράφων καὶ τῶν ὑπουργῶν οὐ μόνον ἀτυχεῖν, ἔτι δὲ μᾶλλον ἀναισχυντεῖν ἔδοξαν.
Θόας γάρ τις ἦν τῶν πλοϊζομένων, ὃς καὶ πολλάκις εἰς τὴν Μακεδονίαν ἐπεπλεύκει, διαπεσταλμένος ὑπὸ τῶν προειρημένων.
οὗτος ἐν τῇ μεταβολῇ τῶν πραγμάτων συνειδὼς αὑτῷ τὰ πεπραγμένα, δείσας ἀπεχώρησεν εἰς τὴν Κνίδον.
τῶν δὲ Κνιδίων αὐτὸν εἰς φυλακὴν ἀποθεμένων, ἐξαιτηθεὶς ὑπὸ τῶν Ῥοδίων ἦλθεν εἰς τὴν Ῥόδον. κἀκεῖ διὰ τῶν βασάνων ἐλεγχόμενος ἀνθωμολογεῖτο καὶ σύμφωνος ἦν πᾶσι τοῖς ἐκ τῶν αἰχμαλώτων γραμμάτων συνθήμασιν, ὁμοίως δὲ καὶ ταῖς ἐπιστολαῖς ταῖς παρά τε τοῦ Περσέως ἀποστελλομέναις πρὸς τὸν Δείνωνα καὶ Πολυάρατον καὶ παρὰ τούτων πρὸς ἐκεῖνον.
ἐξ ὧν θαυμάζειν ἦν τίνι ποτὲ λογισμῷ χρώμενος ὁ Δείνων προσανεῖχε τῷ ζῆν καὶ τὸν παραδειγματισμὸν ὑπέμενε τοῦτον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기