- 텍스트

Polybius, Histories, book 30, a. olymp. 153, 1. i. res italiae

(폴리비오스, Histories, book 30, a. olymp. 153, 1. i. res italiae)

ἔχων μὲν πρόφασιν, εἰ καὶ μὴ τὸ κατὰ τοὺς Γαλάτας ἐγεγόνει σύμπτωμα περὶ τὴν βασιλείαν, ὅμως ἐλθεῖν εἰς τὴν Ῥώμην ἕνεκεν τοῦ συγχαρῆναι τῇ συγκλήτῳ καὶ τυχεῖν τινος ἐπισημασίας διὰ τὸ συμπεπολεμηκέναι καὶ πάντων εὐμενῶς σφίσι μετεσχηκέναι τῶν κινδύνων:? τότε δὲ καὶ διὰ τὴν Γαλατικὴν περίστασιν ἠναγκασμένος ἧκεν εἰς τὴν Ῥώμην.

πάντων δὲ φιλοφρόνως αὐτὸν ἀποδεχομένων διά τε τὴν ἐν τῇ στρατείᾳ γεγενημένην συνήθειαν καὶ διὰ τὸ δοκεῖν εὔνουν αὐτοῖς ὑπάρχειν, καὶ γινομένης τῆς ἀπαντήσεως ὑπὲρ τὴν προσδοκίαν, μετέωρος ἐγενήθη ταῖς ἐλπίσιν, οὐκ εἰδὼς τὴν ἀληθινὴν αἰτίαν τῆς ἀποδοχῆς.

διὸ καὶ παρ ὀλίγον ἦλθε τοῦ λυμήνασθαι τὰ σφέτερα πράγματα καὶ τὴν ὅλην βασιλείαν.

ἔνιοι τῶν ἐπιφανῶν ἀνδρῶν λαμβάνοντες εἰς τὰς χεῖρας τὸν Ἄτταλον παρεκάλουν τὴν μὲν ὑπὲρ τἀδελφοῦ πρεσβείαν ἀποθέσθαι, περὶ δ ἑαυτοῦ ποιεῖσθαι τοὺς λόγους:

βούλεσθαι γὰρ αὐτῷ τὴν σύγκλητον συγκατασκευάζειν ἰδίαν ἀρχὴν καὶ δυναστείαν διὰ τὴν ἀλλοτριότητα τὴν πρὸς τὸν ἀδελφόν.

ἐφ οἷς συνέβαινε τὸν Ἄτταλον ἐπὶ πολὺ μετεωρίζεσθαι καὶ συγκατανεύειν ἐν ταῖς κατ ἰδίαν ὁμιλίαις τοῖς εἰς τοῦτο τὸ μέρος αὐτὸν παρορμῶσι.

τέλος δὲ πρὸς ἐνίους τῶν ἀξιολόγων ἀνδρῶν συνέθετο καὶ παρελθὼν εἰς τὴν σύγκλητον ποιήσεσθαι τοὺς περὶ τούτων λόγους.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION