- 텍스트

Polybius, Histories, book 15, chapter 33

(폴리비오스, Histories, book 15, chapter 33)

Τοῦ δὲ ποιεῖν αἷμα καὶ φόνους ἐγένετό τις ἐκ ταὐτομάτου καταρχὴ τοιαύτη.? τῶν γὰρ Ἀγαθοκλέους ὑπηρετῶν καὶ κολάκων τις ὄνομα Φίλων ἐξῆλθε κραιπαλῶν εἰς τὸ στάδιον.

οὗτος θεωρῶν τὴν ὁρμὴν τῶν ὄχλων εἶπε πρὸς τοὺς παρεστῶτας ὅτι πάλιν αὐτοῖς, καθάπερ καὶ πρῴην, ἐὰν Ἀγαθοκλῆς ἐξέλθῃ, μεταμελήσει.

τῶν δ ἀκουσάντων οἱ μὲν ἀπελοιδόρουν αὐτόν, οἱ δὲ προώθουν.

ἐπιβαλομένου δ ἀμύνεσθαι ταχέως οἱ μὲν τὴν χλαμύδα περιέρρηξαν, οἱ δὲ τὰς λόγχας προσερείσαντες ἐξεκέντησαν. ἅμα δὲ τῷ τοῦτον εἰς τὸ μέσον ἑλκυσθῆναι μεθ ὕβρεως ἔτι σπαίροντα, καὶ γεύσασθαι τὰ πλήθη φόνου, πάντες ἐκαραδόκουν τὴν τῶν ἄλλων παρουσίαν.

μετ οὐ πολὺ δὲ παρῆν ἀγόμενος πρῶτος Ἀγαθοκλῆς δέσμιος:

ὃν εὐθέως εἰσιόντα προσδραμόντες τινὲς ἄφνω συνεκέντησαν, ἔργον ποιοῦντες οὐκ ἐχθρῶν, ἀλλ εὐνοούντων: αἴτιοι γὰρ ἐγένοντο τοῦ μὴ τυχεῖν αὐτὸν τῆς ἁρμοζούσης καταστροφῆς: εἶτ Ἀγαθόκλεια γυμνὴ σὺν ταῖς ἀδελφαῖς, ἑξῆς δὲ τούτοις πάντες οἱ συγγενεῖς.

ἐπὶ δὲ πᾶσιν ἐκ τοῦ Θεσμοφορείου τὴν Οἰνάνθην ἀποσπάσαντες ἧκον εἰς τὸ στάδιον, ἄγοντες γυμνὴν ἐφ ἵππου.

παραδοθέντων δὲ πάντων ὁμοῦ τοῖς ὄχλοις, οἱ μὲν ἔδακνον, οἱ δ ἐκέντουν, οἱ δὲ τοὺς ὀφθαλμοὺς ἐξέκοπτον:

ἀεὶ δὲ τοῦ πεσόντος τὰ μέλη διέσπων, ἑώς ὅτου κατελώβησαν πάντας αὐτούς: δεινὴ γάρ τις ἡ περὶ τοὺς θυμοὺς ὠμότης γίνεται τῶν κατὰ τὴν Αἴγυπτον ἀνθρώπων.

καὶ βιασάμεναι τὸν μὲν Φιλάμμωνα τύπτουσαι τοῖς λίθοις καὶ τοῖς ξύλοις ἀπέκτειναν, τὸν δ υἱὸν ἀπέπνιξαν, ἀντίπαιδα τὴν ἡλικίαν ὄντα, σὺν δὲ τούτοις τὴν γυναῖκα τοῦ Φιλάμμωνος γυμνὴν εἰς τὴν πλατεῖαν ἐξέλκουσαι διέφθειραν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION