호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ μὲν οὖν πλεῖστοι τῶν Ἰβήρων εὐθὺς ᾤχοντο καὶ παρέδωκαν ἑαυτοὺς ἐπιπρεσβευσάμενοι τοῖς περὶ Πομπήϊον καὶ Μέτελλον τοὺς δὲ συμμείναντας ὁ Περπέννας ἀναλαβὼν ἐπεχείρει τι πράττειν.? χρησάμενος δὲ ταῖς Σερτωρίου παρασκευαῖς ὅσον ἐνασχημονῆσαι καὶ φανερὸς γενέσθαι μήτε ἄρχειν μήτε ἄρχεσθαι πεφυκώς, Πομπηϊῴ συνέβαλε: καὶ ταχὺ συντριβεὶς ὑπ αὐτοῦ καὶ γενόμενος αἰχμάλωτος οὐδὲ τὴν ἐσχάτην ὑπέμεινε συμφορὰν ἡγεμονικῶς, ἀλλὰ τῶν Σερτωρίου γραμμάτων κύριος γεγονώς ὑπισχνεῖτο Πομπηϊῴ δείξειν ὑπατικῶν ἀνδρῶν καὶ μέγιστον ἐν Ῥώμῃ δυναμένων αὐτογράφους ἐπιστολάς, καλούντων Σερτώριον εἰς Ἰταλίαν, ὡς πολλῶν ποθούντων τὰ παρόντα κινῆσαι καὶ μεταβαλεῖν τὴν πολιτείαν.
ἔργον οὖν ὁ Πομπήϊος οὐ νέας φρενός, ἀλλ εὖ μάλα βεβηκυίας καὶ κατηρτυμένης ἐργασάμενος μεγάλων ἀπήλλαξε τὴν Ῥώμην φόβων καὶ νεωτερισμῶν, τὰς μὲν γὰρ ἐπιστολὰς ἐκείνας καὶ τὰ γράμματα τοῦ Σερτωρίου συναγαγὼν ἅπαντα κατέκαυσεν οὔτε αὐτὸς ἀναγνοὺς οὔτε ἐάσας ἕτερον:
αὐτὸν δὲ τὸν Περπένναν κατὰ τάχος ἀνεῖλε, φοβηθεὶς μὴ τῶν ὀνομάτων ἐξενεχθέντων πρός τινας ἀποστάσεις καὶ ταραχαὶ γένωνται. τῶν δὲ τῷ Περπέννᾳ συνομοσαμένων οἱ μὲν ἐπὶ Πομπήϊον ἀναχθέντες διεφθάρησαν, οἱ δὲ φεύγοντες εἰς Λιβύην ὑπὸ Μαυρουσίων κατηκοντίσθησαν.
διέφυγε δ οὐδεὶς πλὴν Αὐφίδιος ὁ τοῦ Μαλλίου ἀντεραστής: οὗτος δὲ ἢ λαθὼν ἢ παραμεληθεὶς ἔν τινι βαρβάρῳ κώμῃ πενόμενος καὶ μισούμενος κατεγήρασεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기