- 텍스트

Plutarch, Septem sapientium convivium, chapter, section 21 10:

(플루타르코스, Septem sapientium convivium, chapter, section 21 10:)

"ἡμῶν δέῃ ταῦτα φραζόντων·? "πάλαι γὰρ Αἰσώπου λόγον εἰς ἕκαστον ὡς ἐοίκε τούτων συντεθεικότος ἐπαινεῖς. "σπουδάζων δὲ τούτων Ὅμηρον εὑρετὴν ἀποδείκνυσι καί φησι τὸν μὲν Ἕκτορα γιγνώσκειν ἑαυτόν, τοῖς γὰρ ἄλλοις ἐπιτιθέμενος Αἰάντος ἀλέεινε μάχην Τελαμωνιάδαο τὸν δ Ὀδυσσέα τοῦ μηδὲν ἄγαν ἐπαινέτην τῷ Διομήδει παρακελεύεσθαι Τυδείδη, μήτ ἄρ με μάλ αἴνεε μήτε τι νείκει τὴν δ ἐγγύην οἱ μὲν ἄλλοι λοιδορεῖν αὐτὸν ὡς πρᾶγμα δείλαιον καὶ μάταιον οἰόνται λέγοντα δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι, Χερσίας δ οὑτοσί φησι τὴν Ἄτην ὑπὸ τοῦ Διὸς ῥιφῆναι τῇ ἐγγύῃ παραγιγνομένην ἣν ἐγγυησάμενος ὁ Ζεὺς ἐσφάλη περὶ τῆς τοῦ Ἡρακλέους γενέσεως.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION