- 텍스트

Plutarch, Septem sapientium convivium, chapter, section 19 2:

(플루타르코스, Septem sapientium convivium, chapter, section 19 2:)

"ταῦτα μέν, ὦ Διόκλεις, ἐγγὺς θεῶν ἔστω καὶ ὑπὲρ ἡμᾶς ἀνθρώπινον δὲ καὶ πρὸς ἡμᾶς τὸ τοῦ Ἡσιόδου πάθος:? "ἀκήκοας γὰρ ἴσως τὸν λόγον. εἶπον. "ἀλλὰ μὴν ἄξιον πυθέσθαι. "Μιλησίου γάρ, ὡς ἐοίκεν, ἀνδρός, ᾧ ξενίας ἐκοινώνει ὁ Ἡσίοδος καὶ διαίτης ἐν Λοκροῖς, τῇ τοῦ ξένου θυγατρὶ κρύφα συγγενομένου καὶ φωραθέντος ὑποψίαν ἔσχεν ὡς γνοὺς ἀπ ἀρχῆς καὶ συνεπικρύψας τὸ ἀδίκημα, μηδενὸς ὢν αἴτιος, ὀργῆς· "δὲ καιρῷ καὶ διαβολῆς περιπεσὼν ἀδίκως. "ἀπέκτειναν γὰρ αὐτὸν οἱ τῆς παιδίσκης ἀδελφοὶ περὶ τὸ Λοκρικὸν Νέμειον ἐνεδρεύσαντες, καὶ μετ αὐτοῦ τὸν ἀκόλουθον, ᾧ Τρωίλος ἦν ὄνομα. "τῶν δὲ σωμάτων εἰς τὴν θάλασσαν ὠσθέντων τὸ μὲν τοῦ Τρωίλου, εἰς τὸν Δάφνον ποταμὸν ἔξω φορούμενον, ἐπεσχέθη περικλύστῳ χοιράδι μικρὸν ὑπὲρ τὴν θάλασσαν ἀνεχούσῃ : "καὶ μέχρι νῦν Τρωίλος ἡ χοιρὰς καλεῖται: "τοῦ δ Ἡσιόδου τὸν νεκρὸν εὐθὺς ἀπὸ γῆς ὑπολαβοῦσα δελφίνων ἀγέλη πρὸς τὸ Ῥίον κατὰ τὴν Μολύκρειαν ἐκόμιζε. "ἐτύγχανε δὲ Λοκροῖς ἡ τῶν Ῥίων καθεστῶσα θυσία καὶ πανήγυρις, ἣν ἄγουσιν ἔτι νῦν ἐπιφανῶς περὶ τὸν τόπον ἐκεῖνον: "ὡς δ ὤφθη προσφερόμενον τὸ σῶμα , θαυμάσαντες ὡς εἰκὸς ἐπὶ τὴν ἀκτὴν κατέδραμον, καὶ γνωρίσαντες ἔτι πρόσφατον τὸν νεκρὸν ἅπαντα δεύτερα τοῦ ζητεῖν τὸν φόνον ἐποιοῦντο διὰ τὴν δόξαν τοῦ Ἡσιόδου. "καὶ τοῦτο μὲν ταχέως ἔπραξαν, εὑρόντες τοὺς φονεῖς: "αὐτούς τε γὰρ κατεπόντισαν ζῶντας καὶ τὴν οἰκίαν κατέσκαψαν. "ἐτάφη δ ὁ Ἡσίοδος πρὸς τῷ Νεμείῳ: "τὸν δὲ τάφον οἱ πολλοὶ τῶν ξένων οὐκ ἴσασιν, ἀλλ ἀποκέκρυπται ζητούμενος ὑπ Ὀρχομενίων, ὥς φασι, βουλομένων κατὰ χρησμὸν ἀνελέσθαι τὰ λείψανα καὶ θάψαι παρ αὑτοῖς. εἴπερ οὖν οὕτως ἔχουσιν οἰκείως καὶ φιλανθρώπως πρὸς τοὺς ἀποθανόντας, ἔτι μᾶλλον εἰκός ἐστι τοῖς ζῶσι βοηθεῖν, καὶ μάλιστα κηληθέντας αὐλοῖς ἤ τισι μέλεσι. "τουτὶ γὰρ ἤδη πάντες ἴσμεν, ὅτι μουσικῇ τὰ ζῷα ταῦτα χαίρει καὶ διώκει, καὶ παρανήχεται τοῖς ἐλαυνομένοις πρὸς ᾠδὴν καὶ αὐλὸν ἐν εὐδίᾳ χορείαις τερπόμενα. "χαίρει δὲ καὶ νήξεσι παίδων καὶ κολύμβοις ἁμιλλᾶται. "διὸ καὶ νόμος ἀδείας ἄγραφός ἐστιν αὐτοῖς: "θηρᾷ γὰρ οὐδεὶς οὔδε λυμαίνεται, πλὴν ὅταν ἐν δικτύοις γενόμενοι κακουργῶσι περὶ τὴν ἄγραν , πληγαῖς κολάζονται καθάπερ παῖδες ἁμαρτάνοντες. "μέμνημαι δὲ καὶ παρὰ Λεσβίων ἀνδρῶν ἀκούσας σωτηρίαν τινὸς κόρης ὑπὸ δελφῖνος ἐκ θαλάττης γενέσθαι: "ἀλλ ἐγὼ μὲν οὐκ ἀκριβῶ τἄλλα, ὁ δὲ Πιττακὸς ἐπεὶ γιγνώσκει, δίκαιός ἐστι περὶ τούτων διελθεῖν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION