- 텍스트

Plutarch, Septem sapientium convivium, chapter, section 15 1:

(플루타르코스, Septem sapientium convivium, chapter, section 15 1:)

"εἰ δεῖ τὸ φαινόμενον εἰπεῖν, καὶ μάλιστα παρακειμένης τραπέζης, ἣν ἀναιροῦσιν αἰρομένης τροφῆς φιλίων θεῶν βωμὸν οὖσαν καὶ ξενίων δὲ Θαλῆς λέγει τῆς γῆς ἀναιρεθείσης σύγχυσιν τὸν ὅλον ἕξειν κόσμον, οὕτως οἴκου διάλυσις ἡ τροφῆς ἀναίρεσίς ἐστι:? "συναναιρεῖται γὰρ αὐτῇ πῦρ ἑστιοῦχον ἑστία κρατῆρες ὑποδοχαὶ ξενισμοί, φιλανθρωπότατα καὶ πρῶτα κοινωνήματα πρὸς ἀλλήλους, μᾶλλον δὲ σύμπας ὁ βίος, εἴ γε διαγωγὴ τίς ἐστιν ἀνθρώπου πράξεων ἔχουσα διέξοδον, ὧν ἡ τῆς τροφῆς χρεία καὶ παρασκευὴ τὰς πλείστας παρακαλεῖ. δεινὸν μὲν οὖν, ὦ ἑταῖρε, καὶ τὸ γεωργίας αὐτῇ: "διολλυμένη γὰρ αὖθις ἀπολείπει γῆν ἡμῖν ἄμορφον καὶ ἀκάθαρτον, ὕλης ἀκάρπου καὶ ῥευμάτων πλημμελῶς φερομένων ὑπ ἀργίας ἀνάπλεων. "συναπόλλυσι δὲ καὶ τέχνας πάσας καὶ ἐργασίας, ὧν ἔξαρχός ἐστι καὶ παρέχει βάσιν πάσαις καὶ ὕλην, καὶ τὸ μηδέν εἰσι, ταύτης ἐκποδὼν γενομένης. "καταλύονται δὲ καὶ τιμαὶ θεῶν, Ἡλίῳ μὲν μικράν, ἔτι δ ἐλάττω Σελήνῃ χάριν αὐγῆς μόνον καὶ ἀλέας ἀνθρώπων ἐχόντων. "ὀμβρίῳ δὲ Διὶ καὶ προηροσίᾳ Δήμητρι καὶ φυταλμίῳ Ποσειδῶνι ποῦ βωμὸς ἔσται, ποῦ δὲ θυσία· "πῶς δὲ χαριδότης ὁ Διόνυσος, εἰ δεησόμεθα μηδενὸς ὧν δίδωσι· "τί δὲ θύσομεν ἢ σπείσομεν· "τίνος δ ἀπαρξόμεθα· "πάντα γὰρ ταῦτα τῶν μεγίστων ἀνατροπὴν καὶ σύγχυσιν ἔχει πραγμάτων. "ἡδονῆς δὲ πάσης μὲν περιέχεσθαι καὶ πάντως ἀλόγιστόν ἐστι , πᾶσαν δὲ φεύγειν καὶ πάντως· "ἀναίσθητον. "τὴν μὲν οὖν ψυχὴν ἑτέραις τισὶν ἡδοναῖς χρῆσθαι κρείττοσιν ὑπαρχέτω, τῷ δὲ σώματι λαβεῖν ἡδονὴν τῆς ἀπὸ τοῦ τρέφεσθαι δικαιοτέραν οὐκ ἔστιν, ὅπερ οὐδένα λέληθεν ἀνθρώπων ταύτην γὰρ ἐν μέσῳ θέμενοι κοινωνοῦσιν ἀλλήλοις δείπνων καὶ τραπέζης, ἀφροδισίων δὲ νύκτα καὶ πολὺ προβάλλονται σκότος, ἡγούμενοι τὸ τούτων κοινωνεῖν ἀναίσχυντον εἶναι καὶ θηριῶδες, ὡς τὸ μὴ κοινωνεῖν ἐκείνης.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION