- 텍스트

Plutarch, Septem sapientium convivium, chapter, section 14 12:

(플루타르코스, Septem sapientium convivium, chapter, section 14 12:)

ἔφη λέγεις.? "ἰατρικὸς γὰρ Ἡσίοδος ὢν δῆλός ἐστιν οὐκ ἀμελῶς οὐδ ἀπείρως περὶ διαίτης καὶ κράσεως οἴνου καὶ ἀρετῆς ὕδατος καὶ λουτροῦ καὶ γυναικῶν διαλεγόμενος καὶ συνουσίας καιροῦ καὶ βρεφῶν καθίσεως. "ἀλλ Ἡσιόδου μὲν ἐμοὶ δοκεῖ δικαιότερον Αἴσωπος αὑτὸν ἀποφαίνειν μαθητὴν ἢ Ἐπιμενίδης: "τούτῳ γὰρ ἀρχὴν τῆς καλῆς ταύτης καὶ ποικίλης καὶ πολυγλώσσου σοφίας ὁ πρὸς τὴν ἀηδόνα λόγος τοῦ ἱέρακος παρέσχηκεν. "ἐγὼ δ ἂν ἡδέως ἀκούσαιμι Σόλωνος: "εἰκὸς γὰρ αὐτὸν πεπύσθαι, πολὺν χρόνον Ἀθήνησιν Ἐπιμενίδῃ συγγενόμενον, ὅ τι δὴ παθὼν ἢ σοφιζόμενος ἐπὶ τοιαύτην ἦλθε δίαιταν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION