- 텍스트

Plutarch, Septem sapientium convivium, chapter, section 13

(플루타르코스, Septem sapientium convivium, chapter, section 13)

"διαπέμψαιο δεῦρο τὸ ποτήριον πρὸς ἡμᾶς, ὁρῶν τούτους ὥσπερ τὴν Βαθυκλέους κύλικα διαπεμπομένους ἀλλήλοις, ἑτέρῳ δὲ μὴ μεταδιδόντας·? "τὸ ποτήριον δημοτικὸν εἶναι:

"Σόλωνι γὰρ ἔκπαλαι παράκειται μόνῳ. "τῷ πλεῖστον πιόντι προκειμένων ἄθλων πρῶτος μεθυσθεὶς ἀπαιτεῖν τὸ νικητήριον·

Τοῦ δὲ Πιττακοῦ γελάσαντος ὁ Αἴσωπος· λόγον εἶπε τοιοῦτον:

"λύκος ἰδὼν ποιμένας ἐσθίοντας ἐν σκηνῇ πρόβατον ἐγγὺς προσελθών ἡλίκος ἂν ἦν ἔφη θόρυβος ὑμῖν, εἰ ἐγὼ τοῦτ ἐποίουν. "Αἴσωπος ἠμύνατο, μικρὸν ἔμπροσθεν ἐπιστομισθεὶς ὑφ ἡμῶν, εἶτα νῦν ὁρῶν ἑτέρους τὸν Μνησιφίλου λόγον ὑφηρπακότας: ὁ Μνησίφιλος εἶπεν "εἰδὼς ὅτι Σόλωνι δοκεῖ πάσης τέχνης καὶ δυνάμεως ἀνθρωπίνης τε καὶ θείας ἔργον εἶναι τὸ γιγνόμενον μᾶλλον ἢ δι οὗ γίγνεται, καὶ τὸ:

"τέλος ἢ τὰ πρὸς τό τέλος.

"ὑφάντης τε γὰρ ἂν οἶμαι χλαμύδα ποιήσαιτο μᾶλλον ἔργον αὑτοῦ καὶ ἱμάτιον ἢ κανόνων διάθεσιν καὶ ἀνέγερσιν ἀγνύθων, χαλκεύς τε κόλλησιν σιδήρου καὶ στόμωσιν πελέκεως μᾶλλον ἤ τι τῶν ἕνεκα τούτου γιγνομένων ἀναγκαίων, οἱο῀ν ἀνθράκων ἐκζωπύρησιν ἢ λατύπης παρασκευήν. ἔτι δὲ μᾶλλον ἀρχιτέκτων μέμψαιτ ἂν ἡμᾶς ἔργον αὐτοῦ μὴ ναῦν μηδ οἰκίαν ἀποφαίνοντας, ἀλλὰ τρυπῆσαι ξύλα καὶ φυρᾶσαι πηλόν: "αἱ δὲ Μοῦσαι καὶ παντάπασιν, εἰ νομίζοιμεν αὐτῶν ἔργον εἶναι κιθάραν καὶ αὐλούς, ἀλλὰ μὴ τὸ παιδεύειν τὰ ἤθη καὶ παρηγορεῖν τὰ πάθη τῶν χρωμένων μέλεσι καὶ ἁρμονίαις. "οὐκοῦν οὐδὲ τῆς Ἀφροδίτης ἔργον ἐστὶ συνουσία καὶ μῖξις, οὐδὲ τοῦ Διονύσου μέθη καὶ οἶνος, ἀλλ ἣν ἐμποιοῦσι διὰ τούτων φιλοφροσύνην καὶ πόθον καὶ ὁμιλίαν ἡμῖν καὶ συνήθειαν πρὸς ἀλλήλους: "ταῦτα γὰρ ἔργα θεῖα καλεῖ Σόλων, καὶ ταῦτά φησιν ἀγαπᾶν καὶ διώκειν μάλιστα πρεσβύτης γενόμενος. "ἔστι δὲ τῆς μὲν πρὸς γυναῖκας ἀνδρῶν ὁμοφροσύνης καὶ φιλίας δημιουργὸς ἡ Ἀφροδίτη, τοῖς σώμασιν ὑφ ἡδονῆς ἅμα συμμιγνύουσα καὶ συντήκουσα τὰς ψυχάς: "τοῖς δὲ πολλοῖς καὶ μὴ πάνυ συνήθεσι μηδ ἄγαν γνωρίμοις ὁ Διόνυσος ὥσπερ ἐν πυρὶ τῷ οἴνῳ μαλάττων τὰ ἤθη καὶ ἀνυγραίνων ἀρχήν τινα συγκράσεως πρὸς ἀλλήλους καὶ φιλίας ἐνδίδωσιν. "ὅταν δὲ τοιοῦτοι συνέλθωσιν ἄνδρες, οἱούς ὁ Περίανδρος ὑμᾶς παρακέκληκεν, οὐδὲν ἔργον ἐστὶν οἶμαι κύλικος οὐδ οἰνοχόης, ἀλλ αἱ Μοῦσαι καθάπερ κρατῆρα νηφάλιον ἐν μέσῳ προθέμεναι τὸν λόγον, ᾧ πλεῖστον ἡδονῆς ἅμα καὶ παιδιᾶς καὶ σπουδῆς ἔνεστιν, ἐγείρουσι τούτῳ καὶ κατάρδουσι καὶ διαχέουσι τὴν φιλοφροσύνην, ἐῶσαι τὰ πολλὰ τὴν οἰνοχόην ἀτρέμα κεῖσθαι κρητῆρος ὕπερθεν, ὅπερ ἀπηγόρευσεν Ἡσίοδος ἐν τοῖς πίνειν μᾶλλον ἢ διαλέγεσθαι δυναμένοις. "καὶ τοῖς θεοῖς ὁ Ζεύς, ὥσπερ τοῖς ἀριστεῦσιν ὁ Ἀγαμέμνων, μετρητὸν ἐνέχει τὸ ποτόν, ὅτε προύπινον ἀλλήλοις ἑστιώμενοι παρ αὐτῷ·

"εἰ τὴν ἀμβροσίαν τῷ Διὶ πελειάδες τινὲς κομίζουσιν, ὡς ὑμεῖς λέγετε, τὰς Πλαγκτὰς ὑπερπετόμεναι χαλεπῶς καὶ μόλις, οὐ νομίζεις καὶ τὸ νέκταρ αὐτῷ δυσπόριστον εἶναι καὶ σπάνιον, ὥστε φείδεσθαι καὶ παρέχειν ἑκάστῳ τεταμιευμένον·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION