- 텍스트

Plutarch, Septem sapientium convivium, chapter, section 12 3:

(플루타르코스, Septem sapientium convivium, chapter, section 12 3:)

"ἢ μόνος ἢ μάλιστα τῶν θεῶν ἐλεύθερός ἐστι καὶ αὐτόνομος, καὶ κρατεῖ πάντων, κρατεῖται δ ὑπ οὐδενός, ἀλλὰ βασιλεύει καὶ ἡνιοχεῖ.? πλὴν σέ γε τὸ ἁρ´μα λέληθεν αὐτοῦ, ὡς ὑπερφυὲς κάλλει καὶ μεγέθει θαυμάσιόν ἐστιν: "οὐ γὰρ ἂν παίζων ἐπὶ γέλωτι παρέβαλες ἐκεῖνο τοῖς ἡμετέροις. "οἶκον δέ μοι δοκεῖς, ὦ Αἴσωπε, ταυτὶ τὰ πήλινα καὶ ξύλινα καὶ κεραμεᾶ στεγάσματα νομίζειν, ὥσπερ εἰ κοχλίαν ἡγοῖο τὸ κέλυφος, ἀλλὰ μὴ τὸ ζῷον, εἰκότως οὖν σοι γέλωτα παρέσχεν ὁ Σόλων, ὅτι τοῦ Κροίσου τὴν οἰκίαν κεκοσμημένην πολυτελῶς θεασάμενος οὐκ εὐθὺς ἀπεφήνατο τὸν κεκτημένον εὐδαιμόνως οἰκεῖν καὶ μακαρίως, ἅτε δὴ τῶν ἐν αὐτῷ μᾶλλον ἀγαθῶν ἢ τῶν παρ αὐτῷ βουλόμενος γενέσθαι θεατής: "σὺ δ ἐοίκας οὐδὲ τῆς σεαυτοῦ μνημονεύειν ἀλώπεκος. "ἐκείνη μὲν γὰρ εἰς ἀγῶνα ποικιλίας καταστᾶσα πρὸς τὴν πάρδαλιν ἠξίου τὰ ἐντὸς αὐτῆς καταμαθεῖν τὸν δικαστήν, ποικιλωτέρα γὰρ ἐκεῖθεν φανεῖσθαι: "σὺ δὲ τὰ τεκτόνων καὶ λιθοξόων ἔργα περινοστεῖς, οἶκον ἡγούμενος οὐ τὰ ἐντὸς ἑκάστου καὶ οἰκεῖα, παῖδας καὶ γάμον καὶ φίλους καὶ θεράποντας, οἷς κἂν ἐν μυρμηκιᾷ τις ἢ νεοττιᾷ νοῦν ἔχουσι καὶ σωφρονοῦσι κοινωνῇ τῶν ὑπόντων, χρηστὸν οἶκον οἰκεῖ καὶ μακάριον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION