- 텍스트

Plutarch, Septem sapientium convivium, chapter, section 10 1:

(플루타르코스, Septem sapientium convivium, chapter, section 10 1:)

"τοῖς παλαιοῖς Ἕλλησιν ἔθος ἦν, ὦ Κλεόδωρε, τοιαύτας ἀλλήλοις ἀπορίας προβάλλειν.? "ἀκούομεν γὰρ ὅτι καὶ πρὸς τὰς Ἀμφιδάμαντος ταφὰς εἰς Χαλκίδα τῶν τότε σοφῶν οἱ δοκιμώτατοι ποιηταὶ συνῆλθον ἦν δ ὁ Ἀμφιδάμας ἀνὴρ πολεμικός, καὶ πολλὰ πράγματα παρασχὼν Ἐρετριεῦσιν ἐν ταῖς περὶ Ληλάντου μάχαις ἔπεσεν. "ἐπεὶ δὲ τὰ παρεσκευασμένα τοῖς ποιηταῖς ἔπη χαλεπὴν καὶ δύσκολον ἐποίει τὴν κρίσιν διὰ τὸ ἐφάμιλλον, ἥ τε δόξα τῶν ἀγωνιστῶν, Ὁμήρου καὶ Ἡσιόδου, πολλὴν ἀπορίαν μετ αἰδοῦς τοῖς κρίνουσι παρεῖχεν, ἐτράποντο πρὸς τοιαύτας ἐρωτήσεις, καὶ προύβαλ ὁ μέν, ὥς φησι Λέσχης Μοῦσά μοι ἔννεπε κεῖνα μήτ ἐγένοντο πάροιθε μήτ ἔσται μετόπισθεν , ἀπεκρίνατο δ Ἡσίοδος ἐκ τοῦ παρατυχόντος ἀλλ ὅταν ἀμφὶ Διὸς τύμβῳ καναχήποδες ἵπποι :?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION