호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"τοσαῦτ ἐρωτᾶν καὶ ἀποκρίνεσθαι βασιλεῦσιν, ὦ Νειλόξενε, προσῆκόν ἐστιν:? "τοῖς παλαιοῖς Ἕλλησιν ἔθος ἦν, ὦ Κλεόδωρε, τοιαύτας ἀλλήλοις ἀπορίας προβάλλειν.
"ἀκούομεν γὰρ ὅτι καὶ πρὸς τὰς Ἀμφιδάμαντος ταφὰς εἰς Χαλκίδα τῶν τότε σοφῶν οἱ δοκιμώτατοι ποιηταὶ συνῆλθον ἦν δ ὁ Ἀμφιδάμας ἀνὴρ πολεμικός, καὶ πολλὰ πράγματα παρασχὼν Ἐρετριεῦσιν ἐν ταῖς περὶ Ληλάντου μάχαις ἔπεσεν. "ἐπεὶ δὲ τὰ παρεσκευασμένα τοῖς ποιηταῖς ἔπη χαλεπὴν καὶ δύσκολον ἐποίει τὴν κρίσιν διὰ τὸ ἐφάμιλλον, ἥ τε δόξα τῶν ἀγωνιστῶν, Ὁμήρου καὶ Ἡσιόδου, πολλὴν ἀπορίαν μετ αἰδοῦς τοῖς κρίνουσι παρεῖχεν, ἐτράποντο πρὸς τοιαύτας ἐρωτήσεις, καὶ προύβαλ ὁ μέν, ὥς φησι Λέσχης Μοῦσά μοι ἔννεπε κεῖνα μήτ ἐγένοντο πάροιθε μήτ ἔσται μετόπισθεν , ἀπεκρίνατο δ Ἡσίοδος ἐκ τοῦ παρατυχόντος ἀλλ ὅταν ἀμφὶ Διὸς τύμβῳ καναχήποδες ἵπποι : "τῶν Εὐμήτιδος αἰνιγμάτων·
"τὸ μὴ δύνασθαι ταῦτα διαλύειν, οἱό῀ν ἐστιν ὃ μικρὸν ἔμπροσθεν ἡμῖν τοῦ δείπνου προύβαλεν ἄνδρ εἶδον πυρὶ χαλκὸν ἐπ ἀνέρι κολλήσαντα τί τοῦτ ἐστὶν ἔχοις ἂν εἰπεῖν·
": ἔφη ὁ Κλεόδωρος.
"σοῦ τοῦτο μᾶλλον οἶδεν οὐδὲ ποιεῖ βέλτιον: "εἰ δ ἀρνῇ, μάρτυρας ἔχω σικυωνίας. ὁ μὲν οὖν Κλεόδωρος ἐγέλασε: τῶν καθ αὑτὸν ἰατρῶν, καὶ δόξαν οὐχ ἣκιστα τὸ βοήθημα τοῦτο δι ἐκεῖνον ἔσχηκε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기