호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἀνεπίληπτόν ἐστιν, ἀλλ ἔχει πάντα διαμαρτίας μεγάλας καὶ ἀγνοίας.? "οἱο῀ν εὐθὺς ὁ χρόνος πῶς ἂν εἰή πρεσβύτατον, εἰ τὸ μὲν αὐτοῦ γεγονὸς τὸ δ ἐνεστώς ἐστι τὸ δὲ μέλλον· "ὁ γὰρ μεθ ἡμᾶς ἐσόμενος χρόνος καὶ πραγμάτων τῶν νῦν καὶ ἀνθρώπων νεώτερος ἂν φανείη. τὸ δὲ τὴν ἀλήθειαν ἡγεῖσθαι σοφίαν οὐδὲν ἐμοὶ δοκεῖ διαφέρειν τοῦ τὸ φῶς ὀφθαλμὸν ἀποφαίνειν. "εἰ δὲ τὸ φῶς καλόν ὥσπερ ἐστὶν ἐνόμιζε, πῶς τὸν ἥλιον αὐτὸν παρεῖδε· "τῶν δ ἄλλων ἡ μὲν περὶ θεῶν καὶ δαιμόνων ἀπόκρισις θράσος ἔχει καὶ κίνδυνον, ἀλογίαν δὲ καὶ πολλὴν ἡ περὶ τῆς τύχης: "οὐ γὰρ ἂν μετέπιπτε ῥᾳδίως οὕτως, ἰσχυρότατον οὖσα τῶν ὄντων καὶ ῥωμαλεώτατον. "οὐ μὴν οὐδ ὁ θάνατος κοινότατόν ἐστιν: "οὐ γάρ ἐστι πρὸς τοὺς ζῶντας. "ἀλλ ἵνα μὴ δοκῶμεν εὐθύνειν τὰς τῶν ἑτέρων ἀποφάσεις, τὰς οἰκείας ταῖς ἐκείνου παραβάλωμεν: "ἐμαυτὸν δὲ παρέχω πρῶτον, εἰ βούλεται Νειλόξενος, ἐρωτᾶν καθ ἕκαστον. "ὡς οὖν ἐγένοντο τότε, κἀγὼ νῦν διηγήσομαι τὰς ἐρωτήσεις καὶ τὰς ἀποκρίσεις. "τί πρεσβύτατον· "θεός ἔφη Θαλῆς:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기