호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"Αἴσωπε τὴν δίκην προσηκόντως, πρὶν ἢ τοὺς Ἀμάσιδος οὓς προειλόμεθα πάντας εἰσαγαγεῖν λόγους εἰς ἑτέρους ἐμπεσόντες.? "τὴν μὲν τοῦ Αἰθίοπος ἐπίταξιν οὐδὲν ἄν τις ἄλλο πλὴν ἀχνυμένην σκυτάλην προσείποι κατ Ἀρχίλοχον, ὁ δὲ σὸς ξένος Ἄμασις ἡμερώτερος ἐν τοῖς τοιούτοις προβλήμασι καὶ μουσικώτερος γέγονεν ἐκέλευσε γὰρ αὐτὸν εἰπεῖν τὸ πρεσβύτατον καὶ τὸ κάλλιστον καὶ τὸ μέγιστον καὶ τὸ σοφώτατον καὶ τὸ κοινότατον, καὶ ναὶ μὰ Δία πρὸς τούτοις τὸ ὠφελιμώτατον, καὶ τὸ βλαβερώτατον καὶ τὸ ἰσχυρότατον καὶ τὸ ῥᾷστον ἆρ οὖν ἀπεκρίνατο καὶ διέλυσε τούτων ἕκαστον·
"κρίνετε δ ὑμεῖς ἀκούσαντες.
"περὶ πολλοῦ γὰρ ὁ βασιλεὺς ποιεῖται μήτε συκοφαντῶν ἁλῶναι τὰς ἀποκρίσεις, εἲ τέ τι σφάλλεται κατὰ ταύτας ὁ ἀποκρινάμενος, τοῦτο μὴ διαφυγεῖν ἀνεξέλεγκτον. "ἀναγνώσομαι δ ὑμῖν ὥσπερ ἀπεκρίνατο. "τί πρεσβύτατον· "χρόνος. "τί μέγιστον· "κόσμος. "τί σοφώτατον· "ἀλήθεια. "τί κάλλιστον· "φῶς: "τί κοινότατον· "θάνατος. "τί ὠφελιμώτατον· "θεός. τί βλαβερώτατον· "δαίμων. "τί ῥωμαλεώτατον· "τύχη τί ῥᾷστον· "ἡδύ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기