- 텍스트

Plutarch, Septem sapientium convivium, chapter, section 6

(플루타르코스, Septem sapientium convivium, chapter, section 6)

"ὦ ἄνδρες ἐπαινῶ καὶ πόλεις καὶ ἄρχοντας, ὅσοι ξένοις πρῶτον εἶτα πολίταις χρηματίζουσι:? "προθυμότερον ἄν τις ἀποκινδυνεύσειεν, εἰ δεῖ , πρὸς τοιαύτας ἀποκρίσεις, ἄλλως τε τοῦ βασιλέως κελεύσαντος ἄρξασθαι μὲν ἀπ ἐμοῦ, περιελθεῖν δ εἰς ἅπαντας ὑμᾶς τὸν λόγον·

" Οὕτω δὴ παρεδίδου μὲν αὐτῷ τὸ γραμματεῖον ὁ Νειλόξενος, ὁ δ αὐτὸν ἐκέλευσε λύσαντα πάντα πᾶσιν ἐς μέσον ἀναγνῶναι. διάνοιαν δὲ τοιαύτην εἶχε τὰ γεγραμμένα.

"βασιλεὺς Αἰγυπτίων Ἄμασις λέγει Βίαντι σοφωτάτῳ Ἑλλήνων.

"βασιλεὺς Αἰθιόπων ἔχει πρὸς ἐμὲ σοφίας ἅμιλλαν. "ἡττώμενος δὲ τοῖς ἄλλοις ἐπὶ πᾶσι συντέθεικεν ἄτοπον ἐπίταγμα καὶ δεινόν, ἐκπιεῖν με κελεύων τὴν θάλασσαν. "ἔστι δὲ λύσαντι μὲν ἔχειν κώμας τε πολλὰς καὶ πόλεις τῶν ἐκείνου, μὴ λύσαντι δ ἄστεων τῶν περὶ Ἐλεφαντίνην ἀποστῆναι. "σκεψάμενος οὖν εὐθὺς ἀπόπεμπε Νειλόξενον. "ἃ δὲ δεῖ φίλοις σοῖς ἢ πολίταις γενέσθαι παρ ἡμῶν οὐ τἀμὰ κωλύσει. "Ναυκρατῖτα·

"βασιλεύων ἀνθρώπων τοσούτων Ἄμασις, κεκτημένος δὲ χώραν ἀρίστην τοσαύτην ἐθελήσει ἐπὶ κώμαις ἀδόξοις καὶ λυπραῖς ἐκπιεῖν θάλασσαν· "ὦ Βία σκόπει τὸ δυνατόν. "τῷ Αἰθίοπι τοὺς ἐμβάλλοντας εἰς τὰ πελάγη ποταμοὺς ἐπισχεῖν, ἑώς αὐτὸς ἐκπίνει τὴν νῦν οὖσαν θάλασσαν:

"περὶ ταύτης γὰρ τὸ ἐπίταγμα γέγονεν, οὐ τῆς ὕστερον ἐσομένης. ὡς δὲ ταῦτ εἶπεν ὁ Βίας, ὁ μὲν Νειλόξενος ὑφ ἡδονῆς ὡρ´μησε περιβαλεῖν τὸν Βίαντα καὶ φιλῆσαι: "ξένε , πρὶν ἀπολέσθαι τὴν θάλασσαν ἐκποθεῖσαν ἀπάγγελλε πλεύσας Ἀμάσιδι μὴ ζητεῖν ὅπως ἅλμην ἀναλώσει τοσαύτην, ἀλλὰ μᾶλλον ὅπως πότιμον καὶ γλυκεῖαν τοῖς ὑπηκόοις τὴν βασιλείαν παρέξει:

"ἄξιόν γε τοιαύτας ἀπαρχὰς τῷ βασιλεῖ συνεισενεγκεῖν ἅπαντας ἀνδρακάς, ὥσπερ ἔφησεν Ὅμηρος:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION