호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὴν δ ἐπὶ πλέον τῶν λεγομένων χρῆσιν ὑπέδειξεν ὀρθῶς ὁ Χρύσιππος, ὅτι δεῖ μετάγειν διαβιβάζειν ἐπὶ τὰ ὁμοειδῆ τὸ χρήσιμον.? ὅ τε γὰρ Ἡσίοδος εἰπὼν οὐδ ἂν βοῦς ἀπόλοιτ, εἰ μὴ γείτων κακὸς εἰή καὶ περὶ κυνὸς ταὐτὸ καὶ περὶ ὄνου λέγει καὶ περὶ πάντων ὁμοίως τῶν ἀπολέσθαι δυναμένων. καὶ πάλιν τοῦ Εὐριπίδου λέγοντος τίς δ ἐστὶ δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν·
ὑπακουστέον ὅτι καὶ περὶ πόνου καὶ νόσου ταὐτὰ εἴρηκεν.
λόγου δυνάμεως εἰρῆσθαι νομίζωσι, τὴν δὲ πρὸς τὸν Ἀχιλλέα τὸν ἐν Σκύρῳ καθήμενον ἐν ταῖς παρθένοις γεγενημένην ἐπίπληξιν ὑπὸ τοῦ Ὀδυσσέως σὺ δ, ὦ τὸ λαμπρὸν φῶς ἀποσβεννὺς γένους, ξαίνεις, ἀρίστου πατρὸς Ἑλλήνων γεγώς·
καὶ πρὸς τὸν ἄσωτον οἰώνται λέγεσθαι καὶ πρὸς τὸν αἰσχροκερδῆ καὶ πρὸς τὸν ἀμελῆ καὶ ἀπαίδευτον πίνεις, ἀρίστου πατρὸς Ἑλλήνων γεγώς, ἢ κυβεύεις ἢ ὀρτυγοκοπεῖς ἢ καπηλεύεις ἢ τοκογλυφεῖς, μηδὲν μέγα φρονῶν μηδ ἄξιον τῆς εὐγενείας·
μὴ πλοῦτον εἴπῃς. οὐχὶ θαυμάζω θεόν ὃν χὠ κάκιστος ῥᾳδίως ἐκτήσατο. οὐκοῦν μηδὲ δόξαν εἴπῃς μηδὲ σώματος εὐμορφίαν μηδὲ στρατηγικὴν χλαμύδα μηδ ἱερατικὸν στέφανον, ὧν καὶ τοὺς κακίστους ὁρῶμεν τυγχάνοντας.
τῆς δειλίας γὰρ αἰσχρὰ γίγνεται τέκνα καὶ ναὶ μὰ Δία τῆς ἀκολασίας καὶ τῆς δεισιδαιμονίας καὶ τοῦ φθόνου καὶ τῶν ἄλλων νοσημάτων ἁπάντων. δεῖ γὰρ ἐκ τῶν καλῶν διώκειν τὴν ὑπεροχὴν καὶ περὶ τὰ πρῶτα πρῶτον εἶναι καὶ μέγαν ἐν τοῖς μεγίστοις:
ἡ δ ἀπὸ μικρῶν δόξα καὶ φαύλων ἄδοξός ἐστι καὶ ἀφιλότιμος.
τοῦτο δ ἡμᾶς εὐθὺς ὑπομιμνῄσκει τὸ παράδειγμα τὸ τοὺς ψόγους ἀποθεωρεῖν καὶ τοὺς ἐπαίνους ἐν τοῖς Ὁμήρου μάλιστα ποιήμασιν: ἔμφασις γὰρ γίγνεται μεγάλη τοῦ τὰ σωματικὰ καὶ τυχηρὰ μὴ μεγάλης ἄξια σπουδῆς: νομίζειν. αἰᾶν νεῖκος ἄριστε, κακοφραδές καὶ Ἰδομενεῦ, τί πάρος λαβρεύεαι·
ἢ τυφλότησιν, οὔτε ψεκτὸν ἡγούμενος τὸ μὴ αἰσχρὸν οὔτ αἰσχρὸν τὸ μὴ δι ἡμᾶς ἀλλ ἀπὸ τύχης γιγνόμενον.
αὐτὸν ἀνδροκτόνου γυναικὸς·
τοῦ σώματος, οὕτως οἱ δυστυχίας τινὰς ἢ δυσγενείας ὀνειδίζοντες εἰς τὰ ἐκτὸς ἐντείνονται κενῶς καὶ ἀνοήτως, τῆς ψυχῆς δ οὐ θιγγάνουσιν οὐδὲ τῶν ἀληθῶς ἐπανορθώσεως δεομένων καὶ δήξεως.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기