호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ λειότατον μέλι καὶ χρηστικώτατον, οἱ δὲ παῖδες, ἂν ὀρθῶς ἐντρέφωνται τοῖς ποιήμασιν, καὶ ἀπὸ τῶν φαύλους καὶ ἀτόπους ὑποψίας ἐχόντων ἕλκειν τι χρήσιμον ἁμωσγέπως μαθήσονται καὶ ὠφέλιμον.? αὐτίκα γοῦν ὕποπτός ἐστιν ὁ Ἀγαμέμνων ὡς διὰ δωροδοκίαν ἀφεὶς τῆς στρατείας τὸν πλούσιον ἐκεῖνον τὸν τὴν Αἴθην χαρισάμενον αὐτῷ δῶρ, ἵνα μὴ οἱ ἕποιθ ὑπὸ Ἴλιον ἠνεμόεσσαν ἀλλ αὐτοῦ τέρποιτο μένων:
μέγα γάρ οἱ ἔδωκεν Ζεὺς ἄφενος ῦὁ ὀρθῶς δὲ γ ἐποίησεν, ὡς Ἀριστοτέλης φησίν, ἵππον ἀγαθὴν ἀνθρώπου τοιούτου προτιμήσας: οὐδὲ γὰρ κυνὸς ἀντάξιος οὐδ ὄνου μὰ Δία δειλὸς ἀνὴρ καὶ ἄναλκις, ὑπὸ πλούτου καὶ μαλακίας διερρυηκώς πάλιν αἴσχιστα δοκεῖ τὸν υἱὸν ἡ Θέτις ἐφ ἡδονὰς παρακαλεῖν καὶ ἀναμιμνῄσκειν ἀφροδισίων.
ἀλλὰ κἀνταῦθα δεῖ παραθεωρεῖν τὴν τοῦ Ἀχιλλέως ἐγκράτειαν, ὅτι τῆς Βρισηίδος ἐρῶν ἡκούσης πρὸς αὐτόν, εἰδὼς τὴν τοῦ βίου τελευτὴν ἐγγὺς οὖσαν οὐ σπεύδει τῶν ἡδονῶν πρὸς ἀπόλαυσιν οὐδ ὥσπερ οἱ πολλοὶ πενθεῖ τὸν φίλον ἀπραξίᾳ καὶ παραλείψει τῶν καθηκόντων·
ἀλλὰ τῶν μὲν ἡδονῶν διὰ τὴν λύπην ἀπέχεται, ταῖς δὲ πράξεσι καὶ ταῖς στρατηγίαις ἐνεργός ἐστι.
διεφθαρμένῳ κατὰ θάλασσαν, οἴνῳ δὲ καὶ παιδιᾷ πρὸς τὴν λύπην μάχεσθαι διανοούμενος.
αἰτίαν μέντοι λόγον ἔχουσαν εἴρηκεν οὔτε τι γὰρ κλαίων ἰήσομαι οὔτε κάκιον θήσω τερπωλὰς καὶ θαλίας ἐφέπων εἰ γὰρ ἐκεῖνος οὐδὲν ἐνόμιζεν ποιήσειν κάκιον τερπωλὰς καὶ θαλίας:
ἐφέπων, πῶς ἡμῖν τὰ παρόντα χεῖρον ἕξει φιλοσοφοῦσι καὶ πολιτευομένοις καὶ προιοῦσιν εἰς ἀγορὰν καὶ καταβαίνουσιν εἰς Ἀκαδήμειαν καὶ γεωργίαν ἐφέπουσιν·
ὅθεν οὐδ αἱ παραδιορθώσεις φαύλως ἔχουσιν αἷς καὶ Κλεάνθης ἐχρήσατο καὶ Ἀντισθένης, ὁ μὲν εὖ μάλα τοὺς Ἀθηναίους ἰδὼν θορυβήσαντας ἐν τῷ θεάτρῳ τί δ αἰσχρὸν εἰ μὴ τοῖσι χρωμένοις δοκεῖ·
ὁ δὲ Κλεάνθης περὶ τοῦ πλούτου φίλοις τε δοῦναι σῶμὰ τ εἰς νόσους πεσὸν δαπάναισι σῶσαι μεταγράφων οὕτω πόρναις τε δοῦναι σῶμὰ τ εἰς νόσους πεσόν δαπάναις ἐπιτρῖψαι.
καὶ ὁ Ζήνων ἐπανορθούμενος τὸ τοῦ Σοφοκλέους ὅστις δὲ πρὸς τύραννον ἐμπορεύεται, κείνου στὶ δοῦλος:
, κἂν ἐλεύθερος μόλῃ μετέγραφεν οὐκ ἔστι δοῦλος, ἢν ἐλεύθερος μόλῃ, τῷ ἐλευθέρῳ νῦν συνεκφαίνων τὸν ἀδεᾶ καὶ μεγαλόφρονα καὶ ἀταπείνωτον.
τί δὴ κωλύει καὶ ἡμᾶς ταῖς τοιαύταις ὑποφωνήσεσι τοὺς νέους παρακαλεῖν πρὸς τὸ βέλτιον, οὕτω πως χρωμένους τοῖς λεγομένοις·
τόδ ἐστὶ τὸ ζηλωτὸν ἀνθρώποις, ὅτῳ τόξον μερίμνης εἰς ὃ βούλεται πέσῃ.
οὔκ.
ἀλλ ὅτῳ τόξον μερίμνης εἰς ὃ συμφέρει πέσῃ. τὸ γὰρ: ἃ μὴ δεῖ βουλόμενον λαμβάνειν καὶ τυγχάνειν οἰκτρόν ἐστι καὶ ἄζηλον. οὐκ ἐπὶ πᾶσὶν σ1 ἐφύτευς ἀγαθοῖς, Ἀγάμεμνον, Ἀτρεύς δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι μὰ Δία, φήσομεν, ἀλλὰ δεῖ σε χαίρειν, μὴ λυπεῖσθαι τυγχάνοντα μετρίων οὐ γὰρ ἐπὶ πᾶσὶν σ1᾿ ἐφύτευσ1 ἀγαθοῖς, Ἀγάμεμνον, Ἀτρεύς.
ὅταν τις εἰδῇ τἀγαθόν, χρῆται δὲ μή.
θηριῶδες μὲν οὖν καὶ ἄλογον καὶ οἰκτρὸν εἰδότα τὸ βέλτιον ὑπὸ τοῦ χείρονος ἐξ ἀκρασίας καὶ μαλακίας ἄγεσθαι. τρόπος ἔσθ ὁ πείθων τοῦ λέγοντος, οὐ λόγος.
ἐχούσης τῆς ἀρετῆς ὄργανον ὡς τὸν λόγον.
πρὸς θῆλυ νεύει μᾶλλον ἢ πὶ τἄρρενα·
ὅπου προσῇ τὸ κάλλος, ἀμφιδέξιος. ἦν δὲ βέλτιον εἰπεῖν ὅπου προσῇ τὸ σῶφρον, ἀμφιδέξιος ὡς ἀληθῶς καὶ ἰσόρροπος: δ δ ὑφ ἡδονῆς καὶ ὡρ´ας ὧδε κἀκεῖ μετοιακιζόμενος ἐπαρίστερος καὶ ἀβέβαιος.
φόβος τὰ θεῖα τοῖσι σώφροσιν βροτῶν.
καὶ μὴν οὐδαμῶς, ἀλλὰ θάρσος τὰ θεῖα τοῖσι σώφροσιν βροτῶν. ὅτι καὶ τὴν παντὸς αἰτίαν ἀγαθοῦ δύναμιν καὶ ἀρχὴν ὡς βλάπτουσαν ὑφορῶνται καὶ δεδίασι τὸ μὲν οὖν τῆς ἐπανορθώσεως γένος τοιοῦτόν ἐστι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기