호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὕτως , ἐν ταῖς ἀναγνώσεσι τῶν ποιημάτων ὁ μὲν ἀπανθίζεται τὴν ἱστορίαν, ὁ δ ἐμφύεται τῷ κάλλει καὶ τῇ κατασκευῇ τῶν ὀνομάτων, καθάπερ ὁ Ἀριστοφάνης περὶ τοῦ Εὐριπίδου φησὶ χρῶμαι γὰρ αὐτοῦ τοῦ στόματος τῷ στρογγύλῳ :? καὶ ῥητορικῶς, τὸν δὲ φιλότιμον καὶ φιλόκαλον καὶ μὴ παιγνίας ἀλλὰ παιδείας ἕνεκα ποιημάτων ἁπτόμενον ἀργῶς καὶ ἀμελῶς ἀκούειν τῶν πρὸς ἀνδρείαν ἢ σωφροσύνην ἢ δικαιοσύνην ἀναπεφωνημένων, οἱᾶ καὶ ταῦτ ἐστὶ Τυδείδη, τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς·
ἀλλ ἄγε δεῦρο, πέπον, παρ ἔμ ἵστασο:
δὴ γὰρ ἔλεγχος ἔσσεται, εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ τὸ γὰρ ἐν κινδύνῳ τοῦ διαφθαρῆναι καὶ ἀπολέσθαι μετὰ πάντων ὄντα τὸν φρονιμώτατον ὁρᾶν τὸ αἰσχρὸν δεδοικότα καὶ τὸ ἐπονείδιστον ἀλλὰ μὴ τὸν θάνατον, ἐμπαθῆ ποιήσει πρὸς ἀρετὴν τὸν νέον. μήτε καλῷ τὸ σῶμα μήτ ἰσχυρῷ τὴν θεὸν χαίρουσαν ἀλλὰ φρονίμῳ καὶ δικαίῳ ποιήσας, καὶ πάλιν τὸν Ὀδυσσέα φάσκουσα μὴ περιορᾶν μηδὲ προλείπειν οὕνεκ ἐπητής ἐστι καὶ ἀγχίνοος καὶ ἐχέφρων, ἐνδείκνυται μόνον εἶναι τῶν ἡμετέρων θεοφιλὲς καὶ θεῖον ἀρετήν, εἴγε δὴ τὰ ὅμοια χαίρειν τοῖς ὁμοίοις πέφυκεν.
προκαταλαμβάνειν τῷ λογισμῷ πόρρωθεν ὅπως οὐδ ἄκων τῷ πάθει περιπεσεῖται, θαυμαστῆς ἐστι προνοίας.
οὕτω δὲ δεῖ καὶ πρὸς μέθην τὸν φίλοινον ἔχειν καὶ πρὸς ἔρωτα τὸν ἐρωτικόν:
ὥσπερ ὁ Ἀγησίλαος οὐχ ὑπέμεινεν ὑπὸ τοῦ καλοῦ φιληθῆναι προσιόντος, ὁ δὲ Κῦρος οὐδ ἰδεῖν τὴν Πάνθειαν ἐτόλμησε, τῶν ἀπαιδεύτων τοὐναντίον ὑπεκκαύματα τοῖς πάθεσι συλλεγόντων καὶ πρὸς ἃ μάλιστα κακῶς καὶ ὀλισθηρῶς ἔχουσιν αὑτοὺς προϊεμένων. καὶ τὸν Τηλέμαχον ἐκ τοῦ λόγου συνιδὼν χαλεπὸν ὄντα καὶ μισοπόνηρον ἀμβλύνει καὶ παρασκευάζει πόρρωθεν ἡσυχίαν ἄγειν καὶ ἀνέχεσθαι, κελεύων εἰ δὲ μ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο , ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε ἢ βέλεσιν βάλλωσι:
σὺ δ εἰσορόων ἀνέχεσθαι ὥσπερ γὰρ τοὺς ἵππους οὐκ ἐν τοῖς δρόμοις χαλινοῦσιν ἀλλὰ πρὸ τῶν δρόμων, οὕτω τοὺς δυσκαθέκτους πρὸς τὰ δεινὰ καὶ θυμοειδεῖς προκαταλαμβάνοντες τοῖς λογισμοῖς καὶ προκαταρτύοντες ἐπὶ τοὺς ἀγῶνας ἄγουσι.
ἀμελῶς ἀκούειν, ἀλλὰ τὴν μὲν Κλεάνθους παιδιὰν παραιτεῖσθαι:
κατειρωνεύεται γὰρ ἔστιν ὅτε προσποιούμενος ἐξηγεῖσθαι τὸ Ζεῦ πάτερ Ἴδηθεν μεδέων καὶ τὸ Ζεῦ ἄνα Δωδωναῖε κελεύων ἀναγιγνώσκειν ὑφ ἕν, ὡς τὸν ἐκ τῆς γῆς ἀναθυμιώμενον ἀέρα διὰ τὴν ἀνάδοσιν ἀναδωδωναῖον ὄντα.
καὶ Χρύσιππος δὲ πολλαχοῦ γλίσχρος ἐστίν, οὐ παίζων ἀλλ εὑρησιλογῶν ἀπιθάνως, καὶ παραβιαζόμενος εὐρύοπα Κρονίδην εἶναι τὸν δεινὸν ἐν τῷ διαλέγεσθαι καὶ διαβεβηκότα τῇ δυνάμει τοῦ λόγου.
ἐσθλὸς καὶ πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι τήν τε γὰρ ἀνδρείαν ἀποφαίνων μάθημα καὶ τὸ προσφιλῶς ἅμα καὶ κεχαρισμένως ἀνθρώποις ὁμιλεῖν ἀπ ἐπιστήμης καὶ κατὰ λόγον γίγνεσθαι νομίζων προτρέπει μὴ ἀμελεῖν ἑαυτῶν, ἀλλὰ μανθάνειν τὰ καλὰ καὶ προσέχειν τοῖς διδάσκουσιν, ὡς καὶ τὴν σκαιότητα καὶ τὴν δειλίαν ἀμαθίαν καὶ ἄγνοιαν οὖσαν.
ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδ ἰά πάτρη, ἀλλὰ Ζεὺς πρότερος·
γεγόνει καὶ πλείονα ᾔδη θειότατον γὰρ ἀποφαίνει τὴν φρόνησιν καὶ βασιλικώτατον, ἐν ᾗ τίθεται τὴν μεγίστην ὑπεροχὴν τοῦ Διός, ἅτε δὴ καὶ τὰς ἄλλας ἀρετὰς ἕπεσθαι ταύτῃ νομίζων.
ἐθιστέον δ ἅμα καὶ τούτων ἐγρηγορότως τὸν νέον ἀκούειν ψεῦδος δ οὐκ ἐρέει: μάλα γὰρ πεπνυμένος ἐστὶ καί Ἀντίλοχε, πρόσθεν πεπνυμένε, ποῖον ἔρεξας·
καὶ Γλαῦκε, τίη δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἐείπας·
ὦ πέπον, ἦ τ ἐφάμην σε περὶ φρένας ἔμμεναι ἄλλων , ὡς οὔτε ψευδομένων τῶν φρονίμων οὔτε κακομαχούντων ἐν τοῖς:
ἀγῶσιν οὔτε παρ ἀξίαν ἑτέροις ἐγκαλούντων.
καὶ τὸν Πάνδαρον δὲ πεισθῆναι λέγων διὰ τὴν ἀφροσύνην τὰ ὁρ´κια συγχέαι δῆλὸς ἐστιν οὐκ ἂν ἀδικῆσαι τὸν φρόνιμον ἡγούμενος ὅμοια δ ἔστι καὶ περὶ σωφροσύνης ὑποδεικνύειν ἐφιστάντα τοῖς οὕτω λεγομένοις οιαὶ τῷ δὲ γονὴ Προίτου ἐπεμήνατο, δῖ Ἄντεια, κρυπταδίῃ φιλότητι μιγήμεναι: ἀλλὰ τὸν οὔ τι πεῖθ ἀγαθὰ φρονέοντα, δαϊ´φρονα Βελλεροφόντην ἡ δ ἤτοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικές, δῖα Κλυταιμνήστρη:
φρεσὶ γὰρ κέχρητ ἀγαθῇσιν ἐν μὲν οὖν τούτοις τῇ φρονήσει τὴν τοῦ σωφρονεῖν αἰτίαν ἀποδίδωσιν, ἐν δὲ ταῖς παρὰ τὰς μάχας κελεύσεσιν ἑκάστοτε λέγων αἰδώς, ὦ Λύκιοι.
πόσε φεύγετε·
νῦν θοοὶ ἔστε καὶ ἀλλ ἐν φρεσὶ θέσθε ἕκαστος αἰδῶ καὶ νέμεσιν: δὴ γὰρ μέγα νεῖκος ὄρωρεν ἀνδρείους ἐοίκε ποιεῖν τοὺς σώφρονας διὰ τὸ αἰδεῖσθαι τὰ αἰσχρὰ καὶ τὰς ἡδονὰς δυναμένους ὑπερβαίνειν καὶ τοὺς κινδύνους ὑφίστασθαι.
βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος, ἀφ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα τὸ γὰρ ἐφ ἑαυτῷ καὶ τῇ διαθέσει τῇ περὶ αὑτὸν οὔσῃ κρατίστῃ μεγαλοφρονεῖν νοῦν ἔχοντος ἀνδρός ἐστι.
πάντων οὖν ἀναγομένων εἰς τὴν φρόνησιν ἀποδείκνυται πᾶν εἶδος ἀρετῆς ἐπιγιγνόμενον ἐκ λόγου καὶ διδασκαλίας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기