- 텍스트

Plutarch, Quaestiones Convivales, book 8, Διὰ τί τῆς ἡμέρας ἠχωδεστέρα ἡ νύξ.?

(플루타르코스, Quaestiones Convivales, book 8, Διὰ τί τῆς ἡμέρας ἠχωδεστέρα ἡ νύξ.)

θόρυβός τις, ἑστιωμένων ἡμῶν Ἀθήνησι παρ Ἀμμωνίῳ, τὴν οἰκίαν περιήχησεν, ἔξωθεν ἐπιβοωμένων τὸν στρατηγόν: ἐστρατήγει δὲ τὸ τρίτον ὁ Ἀμμώνιος.

ἐπεὶ δὲ πέμψας τῶν περὶ αὑτόν τινας ἔπαυσε τὴν ταραχήν, καὶ παρέπεμψαν τοὺς ἀνθρώπους, ἐζητοῦμεν ἡμεῖς, διὰ τί τῶν ἔξωθεν βοώντων συνεξακούουσιν οἱ ἐντός, οἱ δ ἔξω τῶν ἐντὸς οὐχ ὁμοίως. καὶ ὁ Ἀμμώνιος ἔφη τοῦτο μὲν ὑπ Ἀριστοτέλους λελύσθαι:

κατιοῦσαν οὐδὲν τοιοῦτο πάσχειν ἀλλὰ συνέχεσθαι καὶ διαμένειν εὔσημον:

ἐκεῖνο δὲ μᾶλλον λόγου δεῖσθαι, τὸ νυκτὸς ἠχωδεστέρας εἶναι τὰς φωνὰς καὶ πρὸς τῷ μεγέθει τὴν τρανότητα καθαρῶς συνδιαφυλάττειν.

"οὐ φαύλως ἡ πρόνοια δοκεῖ μεμηχανῆσθαι τῇ ἀκοῇ σαφήνειαν, ὅτε τῆς ὄψεως οὐδὲν ἢ κομιδῇ τι μικρὸν ἔργον ἐστί. σκοτεινὸς γὰρ ὢν ὁ ἀὴρ κατ Ἐμπεδοκλέα νυκτὸς ἐρημαίης ἀλαώπιδος, ὅσον τῶν ὀμμάτων ἀφαιρεῖται τοῦ προαισθάνεσθαι, διὰ τῶν ὤτων ἀποδίδωσιν. "ἐπεὶ δὲ δεῖ καὶ τὰ δι ἀνάγκης φύσει περαινόμενα τῶν αἰτίων ἀνευρίσκειν, καὶ τοῦτο τοῦ φυσικοῦ ἴδιόν ἐστιν, ἡ περὶ τὰς ὑλικὰς καὶ ὀργανικὰς ἀρχὰς πραγματεία: "πρῶτος ὑμῶν εὐπορήσειε λόγου τὸ πιθανὸν ἔχοντος·

ἡσυχίας δὲ γενομένης, Βόηθος ἔφη νέος μὲν ὢν ἔτι καὶ σοφιστεύων ἀπὸ γεωμετρίας αἰτήμασι χρῆσθαι καὶ λαμβάνειν ἀναποδείκτους ὑποθέσεις, νυνὶ δὲ χρήσεσθαί τισι τῶν προαποδεδειγμένων ὑπ Ἐπικούρου.

"φέρεται τὰ ὄντα ἐν τῷ μὴ ὄντι:

"πολὺ γὰρ κενὸν ἐνδιέσπαρται καὶ μέμικται ταῖς τοῦ ἀέρος ἀτόμοις: "ὅταν μὲν οὖν διακεχυμένος καὶ πλάτος ἔχων καὶ περιδρομὴν ὑπὸ μανότητος, μικρὰ καὶ λεπτὰ τὰ μεταξὺ τῶν μορίων κενὰ λείπεται καὶ πολλὴν αἱ ἄτομοι κατεσπαρμέναι χώραν ἐπέχουσιν: "ὅταν δὲ συσταλῇ καὶ πίλησις εἰς ὀλίγον αὐτῶν γένηται καὶ συμπέσωσιν ἀποβιασθεῖσαι πρὸς ἀλλήλας, πολλὴν εὐρυχωρίαν ἔξω καὶ διαστάσεις μεγάλας ποιοῦσι: "τοῦτο δὲ γίγνεται νυκτὸς ὑπὸ ψυχρότητος: "ἡ γὰρ θερμότης χαλᾷ καὶ διίστησι καὶ λύει τὰς πυκνώσεις: "διὸ πλείονα τόπον τὰ ζέοντα καὶ μαλασσόμενα καὶ τηκόμενα τῶν σωμάτων ἐπιλαμβάνει: "καὶ τοὐναντίον αὖ πάλιν τὰ πηγνύμενα καὶ ψυχόμενα συγχωρεῖ πρὸς ἄλληλα καὶ συνάγεται καὶ ἀπολείπει κενότητας ἐν τοῖς περιέχουσιν ἀγγείοις καὶ τόπους, ἐξ ὧν ὑποκεχώρηκεν. "ἡ δὲ φωνὴ προσφερομένη καὶ προστυγχάνουσα σώμασι πολλοῖς καὶ ἀθρόοις ἢ τυφλοῦται παντάπασιν, ἢ διασπάσματα λαμβάνει μεγάλα καὶ πολλὰς ἀντικρούσεις καὶ διατριβάς: "ἐν δὲ κενῷ καὶ σωμάτων ἐρήμῳ διαστήματι λεῖον δρόμον ἔχουσα καὶ συνεχῆ καὶ ἄπταιστον ἐξικνεῖται πρὸς τὴν ἀκοήν, ὑπὸ τάχους ἅμα τῷ λόγῳ διασῴζουσα τὴν σαφήνειαν. "ὁρᾷς γὰρ ὅτι καὶ τῶν ἀγγείων τὰ κενὰ πληττόμενα, μᾶλλον ὑπακούει ταῖς πληγαῖς καὶ τὸν ἦχον ἀποτείνει μακράν, πολλάκις δὲ καὶ κύκλῳ περιφερόμενον διαδίδωσι πολύ: "τὸ δ ἐμπλησθὲν ἢ στερεοῦ σώματος ἤ τινος ὑγροῦ παντάπασι γίγνεται κωφὸν καὶ ἄναυδον, ὁδὸν οὐκ ἐχούσης οὐδὲ χώραν ᾗ δίεισι τῆς φωνῆς. αὐτῶν δὲ τῶν σωμάτων χρυσὸς μὲν καὶ λίθος ὑπὸ πληρότητος ἰσχνόφωνα καὶ δυσηχῆ καὶ ταχὺ κατασβέννυσι τοὺς φθόγγους ἐν αὑτοῖς εὔφωνος δὲ καὶ λάλος ὁ χαλκός, ᾗ πολύκενος καὶ ὄγκον ἐλαφρὸς καὶ λεπτός, οὐ πολλοῖς συντεθλιμμένος ἐπαλλήλοις σώμασιν, ἀλλ ἄφθονον ἔχων τὸ τῆς ἐπιεικοῦς καὶ ἀναφοῦς μεμιγμένον οὐσίας, ἣ ταῖς τ ἄλλαις κινήσεσιν εὐπορίαν δίδωσι τήν τε φωνὴν εὐμενῶς ὑπολαμβάνουσα παραπέμπει· "μέχρι ἂν ἁψάμενός τις ὥσπερ ἐν ὁδῷ καταλάβῃ καὶ τυφλώσῃ τὸ κενόν: "ἐνταῦθα δ ἔστη καὶ ἀπεπαύσατο τοῦ πρόσω χωρεῖν διὰ τὴν ἀντίφραξιν. "μηδεὶς ἐνιστάσθω πρὸς τὰς πρώτας ὑποθέσεις.

"ὦ φίλε Βόηθε, καίπερ πολὺ τὸ κενὸν ἔχουσαι μενέτωσαν:

"τῇ δὲ φωνῇ τὸ κενὸν οὐκ ὀρθῶς πρὸς σωτηρίαν καὶ κίνησιν ὑποτίθεσθε. "σιωπῆς γὰρ οἰκεῖον καὶ ἡσυχίας τὸ ἀναφὲς καὶ ἀπαθὲς καὶ ἄπληκτον, ἡ δὲ φωνὴ πληγὴ σώματος διηχοῦς, διηχὲς δὲ τὸ συμπαθὲς αὑτῷ καὶ συμφυὲς εὐκίνητον δὲ καὶ κοῦφον καὶ ὁμαλὸν καὶ ὑπήκοον τοῦ δι εὐτονίαν καὶ συνέχειαν, οἱό῀ς ἐστι παρ ἡμῖν ὁ ἀήρ. καὶ γὰρ ὕδωρ καὶ γῆ καὶ πῦρ ἄφωνα καθ ἑαυτά, φθέγγεται δὲ πνεύματος ἐμπεσόντος ἅπαντα καὶ ψόφους καὶ πατάγους ἀναδίδωσι: "χαλκῷ δὲ κενοῦ μὲν οὐδὲν μέτεστιν, ὁμαλῷ δὲ πνεύματι καὶ λείῳ κεκραμένος εὔπληκτός ἐστι καὶ ἠχώδης. "εἰ δὲ δεῖ τῇ ὄψει τεκμαίρεσθαι, φαίνεται μᾶλλον ὁ σίδηρος ἔχων τι σαθρὸν καὶ πολύκενον καὶ τενθρηνῶδες: "ἔστι δὲ κακόφωνος σφόδρα καὶ τῶν μεταλλικῶν κωφότατος. "οὐδὲν οὖν ἔδει τῇ νυκτὶ παρέχειν πράγματα συσπῶντας αὐτῆς τὸν ἀέρα καὶ συντείνοντας, ἑτέρωθι δ αὖ χώρας καὶ κενότητας ἀπολείποντας, ὥσπερ ἐμποδὼν ὄντα τῇ φωνῇ τὸν ἀέρα καὶ φθείροντα τὴν οὐσίαν, ἧς αὐτὸς οὐσία καὶ σῶμα καὶ δύναμὶς ἐστιν. "ἄνευ δὲ τούτων ἔδει δή που τὰς ἀνωμάλους νύκτας, οἱο῀ν ὁμιχλώδεις καὶ δυσχειμέρους, ἠχωδεστέρας εἶναι τῶν αἰθρίων καὶ κεκραμένων ὁμαλῶς, διὰ τὸ δεῦρο μὲν συνωθεῖν τὰς ἀτόμους ἐκεῖ δ ὅθεν μεθίστανται χώραν ἔρημον ἀπολείπειν σωμάτων καὶ τὸ δὴ προχειρότατον, ἡμέραν ψυχρὰν ἠχωδεστέραν εἶναι νυκτὸς ἀλεεινῆς ῆς καὶ θερινῆς: "ὧν οὐδέτερον ἀληθές ἐστι. "διὸ τὸν λόγον τοῦτον ἀπολελοιπὼς ἐπιβάλλω τὸν Ἀναξαγόραν, ὑπὸ τοῦ ἡλίου λέγοντα κινεῖσθαι τὸν ἀέρα κίνησιν τρομώδη καὶ παλμοὺς ἔχουσαν, ὡς δῆλόν ἐστι τοῖς διὰ τοῦ φωτὸς ἀεὶ διᾴττουσι ψήγμασι μικροῖς καὶ θραύμασιν, ἃ δή τινες τίλας καλοῦσιν ταῦτ οὖν φησιν ὁ ἀνὴρ πρὸς τὴν θερμότητα σίζοντα καὶ ψοφοῦντα δι ἡμέρας δυσηκόους τῷ ψόφῳ τὰς φωνὰς ποιεῖν, νυκτὸς δὲ φαίνεσθαι τὸν σάλον αὐτῶν καὶ τὸν ἦχον. ἐμοῦ δὲ ταῦτ εἰπόντος, Ἀμμώνιος·

"γελοῖοι μὲν ἴσως φανούμεθα, καὶ Δημόκριτον ἐλέγχειν οἰόμενοι καὶ Ἀναξαγόραν ἐπανορθοῦσθαι θέλοντες: "οὐ μὴν ἀλλ ἀφαιρετέον γε τῶν Ἀναξαγόρου σωμάτων τὸν σιγμόν: "οὔτε γὰρ πιθανὸς οὔτ ἀναγκαῖος, ἀλλ ὁ τρόμος ἀρκεῖ τῶν σωμάτων καὶ ἡ κίνησις ἐν τῷ φωτὶ κλονουμένων τὰς φωνὰς· "διασπᾶν καὶ διαρρίπτειν πολλάκις. "ὁ γὰρ ἀήρ, ὥσπερ εἴρηται, σῶμα τῆς,φωνῆς: "καὶ οὐσίαν ἐμπαρέχων ἑαυτόν, ἐὰν μὲν σταθερός, εὐθύπορα καὶ λεῖα καὶ συνεχῆ τὰ τῶν ψόφων μόρια καὶ κινήματα πόρρωθεν διαδίδωσι: "νηνεμία γὰρ ἠχῶδες καὶ γαλήνη, καὶ τοὐναντίον, ὡς Σιμωνίδης φησίν, οὐδὲ γὰρ ἐννοσίφυλλος ἀήτα τότ ὦρτ ἀνέμων, ἅ τις κατεκώλυε κιδναμένα μελιαδέα γᾶρυν ἀραρεῖν ἀκοαῖσι βροτῶν. πολλάκις μὲν γὰρ οὐδὲ τὸ σχῆμα τῆς φωνῆς ὁ τοῦ ἀέρος σάλος ἔναρθρον ἐᾷ πρὸς τὴν αἴσθησιν ἐξικνεῖσθαι καὶ διαμεμορφωμένον, ἀεὶ μέντοι τι τοῦ πλήθους φέρει καὶ τοῦ μεγέθους. "ἡ μὲν οὖν νὺξ αὐτὴ καθ ἑαυτὴν οὐδὲν ἔχει κινητικὸν ἀέρος: "ἡ δ ἡμέρα μέγα, τὸν ἣλιον, ὥσπερ αὐτὸς ὁ Ἀναξαγόρας εἴρηκεν. "τί παθόντες, ὦ πρὸς Διός, εἶπας τῶι θεωρητὰ κινήματα τοῦ ἀέρος οἰόμεθα δεῖν αἰτᾶσθαι, τὸν δ ἐμφανῆ σάλον καὶ σπαραγμὸν αὐτοῦ παρορῶμεν·

"ὁ γὰρ δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεὺς οὗτος οὐ λανθάνων οὐδ ἀτρέμα διακινῶν τὰ σμικρότατα τοῦ ἀέρος ἀλλ εὐθὺς ἐκφανεὶς ἀνίστησι καὶ κινεῖ πάντα πράγματα δεξιὰ σημαίνων, λαοὺς δ ἐπὶ ἔργον ἐγείρων οἱ δ ἕπονται, καθάπερ ἐκ παλιγγενεσίας νέα ἐφ ἡμέρῃ φρονέοντες ὥς φησι Δημόκριτος, οὔτ ἀφώνοις οὒτ ἀπράκτοις ἐνεργείαις: "καὶ τὸν ὄρθρον ὁ Ἴβυκος οὐ κακῶς κλυτὸν προσεῖπεν, ἐν ᾧ κλύειν καὶ ἤδη φθέγγεσθαι συμβέβηκε: "τῆς δὲ νυκτὸς ἀκύμων τὰ πολλὰ καὶ ἄκλυτος ὢν ὁ ἀήρ, ἀναπαυομένων ἁπάντων, εἰκότως τὴν φωνὴν ἄθραυστον ἀναπέμπει καὶ ἀκέραιον πρὸς ἡμᾶς. "ὦ Θράσυλλε, μὴ τοῦτο μὲν αἱ νυκτομαχίαι καὶ νυκτοπορίαι τῶν μεγάλων στρατοπέδων ἐλέγχουσιν, οὐδὲν ἧττον ἠχωδεστέρας ποιοῦσαι τὰς φωνάς, καίπερ ἐν ταραχῇ καὶ σάλῳ τοῦ ἀέρος ὄντος.

"ἔχει δέ τι καὶ τὸ παρ ἡμᾶς αἴτιον: "αὐτοὶ γὰρ ὧν φθεγγόμεθα νύκτωρ τὰ πολλὰ θορυβώδη καὶ μετὰ πάθους ἐπείγοντος ἐγκελευόμεθά τισιν ἢ διαπυνθανόμενοι συντόνους ποιούμεθα τὰς γεγωνήσεις. "τὸ γάρ, ἐν ᾧ μάλιστα καιρῷ πεφύκαμεν ἡσυχίαν ἄγειν, ἐξανιστὰν ἡμᾶς ἐπὶ πράξεις καὶ λόγους οὐ μικρὸν οὐδ ἀτρεμαῖόν ἐστιν, ἀλλὰ μέγα καὶ μεγάλης τινὸς ἀνάγκῃ χρείας ἐπιταχυνόμενον, ὥστε καὶ τὰς φωνὰς φέρεσθαι σφοδροτέρας.

상위

Quaestiones Convivales

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION