호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"τρόπον τινὰ τῆς αἰτίας αὐτὸς ἴχνος τι καὶ τρίβον ἀνεύρηκας, ἐπὶ τὰς ἀπορροὰς τῶν σωμάτων ἀφικόμενος: "καὶ γὰρ ἡ ὀσμὴ καὶ ἡ φωνὴ καὶ τὸ ῥεῦμα τῆς ἀναπνοῆς ἀποφοραὶ τινές εἰσι τῶν ζῴων καὶ μέρη κινοῦντα τὰς αἰσθήσεις, ὅταν ὑπ αὐτῶν προσπεσόντων πάθωσι. "πολὺ δὲ μᾶλλον εἰκός ἐστι τῶν ζῴων ἀποφέρεσθαι τὰ τοιαῦτα διὰ τὴν θερμότητα καὶ τὴν κίνησιν, οἱονεί τινα σφυγμὸν καὶ κλόνον ἔχοντος τοῦ πνεύματος, ὑφ οὗ τὸ σῶμα κρουόμενον ἐνδελεχῶς ἐκπέμπει τινὰς ἀπορροάς· ". : "μάλιστα δὲ τοῦτο γίγνεσθαι διὰ τῶν ὀφθαλμῶν εἰκός ἐστι: "πολυκίνητος γὰρ ἡ ὄψις οὖσα μετὰ πνεύματος αὐγὴν ἀφιέντος πυρώδη θαυμαστήν τινα διασπείρει δύναμιν, ὥστε πολλὰ καὶ πάσχειν καὶ ποιεῖν δι αὐτῆς τὸν ἄνθρωπον. "ἡδοναῖς τε γὰρ συμμέτροις καὶ ἀηδίαις ὑπὸ τῶν ὁρατῶν τρεπόμενος συνέχεται: "καὶ τῶν ἐρωτικῶν, ἃ δὴ μέγιστα καὶ σφοδρότατα παθήματα τῆς ψυχῆς ἐστιν, ἀρχὴν ἡ ὄψις ἐνδίδωσιν ὥστε ῥεῖν καὶ λείβεσθαι τὸν ἐρωτικόν, ὅταν ἐμβλέπῃ τοῖς καλοῖς, οἱο῀ν ἑλκόμενον εἰς αὐτούς. διὸ καὶ θαυμάσειεν ἄν: "τις οἶμαι μάλιστα τῶν πάσχειν μὲν καὶ κακοῦσθαι τὸν ἄνθρωπον διὰ τῆς ὄψεως οἰομένων, οὐκέτι δὲ δρᾶν καὶ βλάπτειν. "αἱ γὰρ ἀντιβλέψεις τῶν ἐν ὡρ´ᾳ καὶ τὸ διὰ τῶν ὀμμάτων ἐκπῖπτον, εἴτ ἄρα φῶς εἴτε ῥεῦμα, τοὺς ἐρῶντας ἐκτήκει καὶ ἀπόλλυσι μεθ ἡδονῆς ἀλγηδόνι μεμιγμένης, ἣν αὐτοὶ γλυκύπικρον ὀνομάζουσιν: "οὔτε γὰρ ἁπτομένοις οὔτ ἀκούουσιν οὕτω τιτρώσκεσθαι συμβαίνει καὶ πάσχειν, ὡς προσβλεπομένοις καὶ προσβλέπουσι. "τοιαύτη γὰρ γίγνεται διάδοσις καὶ ἀνάφλεξις ἀπὸ τῆς ὄψεως, ὥστε παντελῶς ἀπειράτους ἔρωτος ἡγεῖσθαι τοὺς τὸν ΜηΜηδικὸν νάφθαν θαυμάζοντας ἐκ διαστήματος ὑπὸ τοῦ πυρὸς ἀναφλεγόμενον αἱ γὰρ τῶν καλῶν ὄψεις, κἂν πάνυ πόρρωθεν ἀντιβλέπωσι, πῦρ ἐν ταῖς τῶν ἐρωτικῶν ψυχαῖς ἀνάπτουσι. "καὶ μὴν τό γε τῶν ἰκτερικῶν βοήθημα πολλάκις ἱστοροῦμεν: "ἐμβλέποντες γὰρ τῷ χαραδριῷ θεραπεύονται: "τοιαύτην ἐοίκε τὸ ζῷον φύσιν καὶ κρᾶσιν ἔχειν, ὥσθ ἕλκειν καὶ δέχεσθαι τὸ πάθος ἐκπίπτον, ὥσπερ ῥεῦμα, διὰ τῆς ὄψεως: "ὅθεν οὐ προσβλέπουσιν οἱ χαραδριοὶ τοὺς τὸν ἴκτερον ἔχοντας οὐδὲ καρτεροῦσιν, ἀλλ ἀποστρέφονται καὶ τὰ ὄμματα συγκλείσαντες ἔχουσιν: "οὐ φθονοῦντες: ", ὡς ἔνιοι νομίζουσι, τῆς ἀπ αὐτῶν ἰάσεως ἀλλ ὥσπερ ὑπὸ πληγῆς τιτρωσκόμενοι. "τῶν δ ἄλλων νοσημάτων μάλιστα καὶ τάχιστα τὰς ὀφθαλμίας ἀναλαμβάνουσιν οἱ συνόντες: "οὕτω δύναμιν ἔχει ὀξεῖαν ἡ ὄψις ἐνδοῦναι καὶ προσβαλεῖν ἑτέρῳ πάθους ἀρχήν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기