호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ περὶ τὰς κατακλίσεις φαινόμενον ἄτοπον πλείονα λόγον παρέσχεν ἐν ταῖς ὑποδοχαῖς, ἃς ἐποιεῖτο τῶν φίλων ἕκαστος ἑστιῶν ἡμᾶς ἣκοντας ἀπὸ τῆς Ἀλεξανδρείας: ὁπωσοῦν προσήκειν δοκούντων, καὶ τὰ συμπόσια θορυβώδεις εἶχε τὰς συμπεριφορὰς καὶ τὰς διαλύσεις ταχείας.
συμποσίω δεδόσθαι.
καὶ γὰρ συμποσίου μέγεθος ἱκανόν ἐστιν, ἄχρι οὗ συμπόσιον ἐθέλει μένειν: ἐὰν δ ὑπερβάλῃ διὰ πλῆθος, ὡς μηκέτι προσήγορον ἑαυτῷ μηδὲ συμπαθὲς εἶναι ταῖς φιλοφροσύναις μηδὲ γνώριμον, οὐδὲ συμπόσιόν ἐστι. δεῖ γὰρ οὐχ ὥσπερ ἐν στρατοπέδῳ διαγγέλοις οὐδ ὥσπερ ἐν τριήρει χρῆσθαι κελευσταῖς:
αὐτοὺς δὲ δι ἑαυτῶν ἐντυγχάνειν ἀλλήλοις, ὥσπερ χοροῦ τοῦ συμποσίου τὸν κρασπεδίτην τῷ κορυφαίῳ συνήκοον ἔχοντος.
"οὐ περὶ τὰ δεῖπνα μόνον, ἀλλὰ καὶ περὶ τὰς κλήσεις δεόμεθα τῆς ἐγκρατείας· "ἔστι γάρ τις οἶμαι καὶ φιλανθρωπίας ἀκρασία, μηδένα παρερχομένης τῶν συμποτῶν ἀλλὰ πάντας ἑλκούσης ὡς ἐπὶ θέαν ἢ ἀκρόασιν. "ἔμοιγ οὖν οὔτ ἄρτος οὔτ οἶνος ἐπιλείπων τοῖς κεκλημένοις οὕτω δοκεῖ τὸν κεκληκότα ποιεῖν γελοῖον, ὡς χώρα καὶ τόπος: "ὧν καὶ μὴ κεκλημένοις ἀλλ ἐπελθοῦσιν αὐτομάτως ξένοις καὶ ἀλλοτρίοις ἀεὶ παρεσκευασμένην ἀφθονίαν ὑπάρχειν δεῖ. ἔτι δ ἄρτου μὲν καὶ οἴνου ἐπιλιπόντων, ἔστι καὶ τοὺς οἰκέτας ὡς κλέπτοντας αἰτιᾶσθαι: "τόπου δὲ πενία καὶ κατανάλωσις εἰς πλῆθος ὀλιγωρία τίς ἐστι τοῦ καλοῦντος. "εὐδοκιμεῖ δὲ θαυμαστῶς καὶ Ἡσίοδος εἰπών ἤτοι μὲν πρώτιστα χάος γένετ: "τὸ Ἀναξαγόρειον ἦν ὁμοῦ πάντα χρήματα τὸ σύνδειπνον ἐποίησεν.
"οὐ μὴν ἀλλὰ κἂν τόπος ὑπάρχῃ καὶ παρασκευή, τὸ πλῆθος αὐτὸ φυλακτέον, ὡς ἄμικτον τὴν συνουσίαν ποιοῦν καὶ ἀπροσήγορον: "οἴνου γὰρ ἀνελεῖν ἧττόν ἐστι κακὸν ἢ λόγου κοινωνίαν ἐκ δείπνου. "διὸ καὶ Θεόφραστος ἀοίνα συμπόσια παίζων ἐκάλει τὰ κουρεῖα διὰ τὴν λαλιὰν τῶν προσκαθιζόντων. "λόγων δὲ κοινωνίαν ἀναιροῦσιν οἱ πολλοὺς εἰς ταὐτὸ συμφοροῦντες, μᾶλλον δ ὀλίγους ποιοῦσιν ἀλλήλοις συνεῖναι: "καὶ κατὰ δύο γὰρ ἢ τρεῖς ἀπολαμβάνοντες ἐντυγχάνουσι καὶ προσδιαλέγονται, τοὺς δὲ πόρρω κατακειμένους οὐδ ἴσασιν οὐδὲ προσορῶσιν ἵππου δρόμον ἀπέχοντας ἠμὲν ἐπ Αἰάντος κλισίας Τελαμωνιάδαο ἠδ ἐπ Ἀχιλλῆος. "ὅθεν οὐκ ὀρθῶς οἱ πλούσιοι νεανιεύονται κατασκευάζοντες οἴκους τριακοντακλίνους καὶ μείζους: "ἀμίκτων γὰρ αὕτη καὶ ἀφίλων δείπνων ἡ παρασκευὴ καὶ πανηγυριάρχου μᾶλλον ἢ συμποσιάρχου δεομένων. "ἀλλ ἐκείνοις μὲν ταῦτα συγγνώμη ποιεῖν: "ἄπλουτον γὰρ οἰόνται τὸν πλοῦτον καὶ τυφλὸν ἀληθῶς καὶ ἀνέξοδον, ἂν μὴ μάρτυρας ἔχῃ, καθάπερ τραγῳδία, θεατάς: "ἡμῖν δ ἂν ἰάμα γένοιτο τοῦ πολλοὺς ὁμοῦ συνάγειν τὸ πολλάκις κατ ὀλίγους παραλαμβάνειν. "οἱ γὰρ σπανίως καί δι Ἅρματος ὥς φασιν ἑστιῶντες ἀναγκάζονται τὸν ὁπωσοῦν ἐπιτήδειον ἢ γνώριμον καταγράφειν οἱ δὲ συνεχέστερον κατὰ τρεῖς ἤ τέτταρας ἀναλαμβάνοντες, ὥσπερ πορθμεῖα τὰ συμπόσια κοῦφά τε ποιοῦσι. "ποιεῖ δέ τινα τοῦ πολλοῦ τῶν φίλων πλήθους διάκρισιν καὶ ὁ τῆς αἰτίας διηνεκὴς ἐπιλογισμός: "ὡς γὰρ ἐπὶ τὰς χρείας οὐ πάντας ἀλλὰ τοὺς ἁρμόττοντας ἑκάστῃ παρακαλοῦμεν, βουλευόμενοι μὲν τοὺς φρονίμους δικαζόμενοι δὲ τοὺς λέγοντας, ἀποδημοῦντες δὲ τοὺς ἐλαφροὺς μάλιστα τοῖς βιωτικοῖς καὶ σχολὴν ἄγοντας: "οὕτως ἐν ταῖς ὑποδοχαῖς ἑκάστοτε τοὺς ἐπιτηδείους παραληπτέον. "ἐπιτήδειοι δὲ τῷ μὲν ἡγεμόνι δειπνίζοντι συνδειπνεῖν οἵ τ ἄρχοντες, ἐὰν ὦσι φίλοι, καὶ οἱ πρῶτοι τῆς πόλεως ἐν δὲ γάμοις ἢ καὶ γενεθλίοις οἱ κατὰ γένος προσήκοντες καὶ Διὸς ὁμογνίου κοινωνοῦντες: "ἐν δὲ ταῖς τοιαύταις ὑποδοχαῖς ἢ προπομπαῖς τοὺς ἐκείνων μάλιστα κεχαρισμένους εἰς ταὐτὸ συνακτέον. "οὐδὲ γὰρ θεῷ θύοντες πᾶσι τοῖς ἄλλοις θεοῖς, μάλιστα καὶ συννάοις καὶ συμβώμοις, κατευχόμεθα, ἀλλὰ τριῶν κρατήρων κιρναμένων, τοῖς μὲν ἀπὸ τοῦ πρώτου σπένδομεν τοῖς δ ἀπὸ τοῦ δευτέρου τοῖς δ ἀπὸ τοῦ τελευταίου: "φθόνος γὰρ ἔξω θείου χοροῦ ἵσταται: "θεῖος δέ που καὶ ὁ τῶν φίλων χορὸς εὐγνωμόνως διανεμόμενος ἐν ταῖς συμπεριφοραῖς.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기