- 텍스트

Plutarch, Quaestiones Convivales, book 5, Ὅτι παλαιὸν ἦν ἀγώνισμα τὸ τῆς ποιητικῆς.? 13:

(플루타르코스, Quaestiones Convivales, book 5, Ὅτι παλαιὸν ἦν ἀγώνισμα τὸ τῆς ποιητικῆς. 13:)

"ἄξιόν ἐστιν ὥσπερ εἱμαρμένην ἀμετάστατον καὶ, ἀμετάθετον ἐν τοῖς ἀθλήμασιν ἐκπεπλῆχθαι. "τὰ μὲν γὰρ Πύθια τῶν μουσικῶν ἔσχε τρεῖς ἢ τέτταρας ἐπεισοδίους ἀγῶνας, ὁ δὲ γυμνικὸς ἀπ ἀρχῆς ὡς ἐπὶ τὸ πλεῖστον οὕτω κατέστη, τοῖς δ Ὀλυμπίοις πάντα προσθήκη πλὴν τοῦ δρόμου γέγονε: "πολλὰ δὲ καὶ θέντες ἔπειτ ἀνεῖλον, ὥσπερ τὸν τῆς κάλπης ἀγῶνα καὶ τὸν τῆς ἀπήνης: "ἀνῃρέθη δὲ καὶ παισὶ πεντάθλοις στέφανος τεθείς: "καὶ ὅλως πολλὰ περὶ τὴν πανήγυριν νενεωτέρισται. "δέδια δ εἰπεῖν ὅτι πάλαι καὶ μονομαχίας ἀγὼν περὶ Πῖσαν ἤγετο μέχρι φόνου καὶ σφαγῆς τῶν ἡττωμένων καὶ ὑποπιπτόντων, μή με πάλιν ἀπαιτῆτε τῆς ἱστορίας βεβαιωτήν, κἂν διαφύγῃ τὴν μνήμην ἐν οἴνῳ τοὔνομα, καταγέλαστος γένωμαι.

상위

Quaestiones Convivales

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION