호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"διὰ τί τῶν ἄλλων ἱερέων τὸν καταδικασθέντα καὶ φυγόντα παύοντες ἕτερον αἱροῦνται, τοῦ δ αὔγουρος, ἑώς ζῇ, κἂν ἐπὶ τοῖς μεγίστοις ἀδικήμασι καταγνῶσιν, οὐκ ἀφαιροῦνται τὴν ἱερωσύνην·? " αὔγουρας δὲ τοὺς ἐπὶ τῶν οἰωνῶν καλοῦσι. πότερον, ὡς ἔνιοι λέγουσι, βούλονται μηδένα τὰ τῶν ἱερῶν ἀπόρρητα γιγνώσκειν, ὃς οὐκ ἔστιν ἱερεύς· ἢ κατειλημμένον ὁρ´κοις τὸν αὔγουρα μηδενὶ φράσειν τὰ τῶν ἱερῶν ἀπολῦσαι τῶν ὁρ´κων οὐ θέλουσιν ἰδιώτην γενόμενον· ἢ τιμῆς οὐκ ἔστιν οὐδ ἀρχῆς ἀλλ ἐπιστήμης ὄνομα καὶ τέχνης ὁ αὔγουρ· ὅμοιον οὖν τῷ τὸν μουσικὸν ἀποψηφίσασθαι μουσικὸν μὴ εἶναι καὶ τὸν ἰατρὸν ἰατρὸν τὸ κωλύειν μάντιν εἶναι τὸν μάντιν, ἀφελέσθαι μὴ δυναμένους τὴν δύναμιν αὐτοῦ, κἂν ἀφέλωνται τὴν προσηγορίαν. ἄλλον δ οὐ καθιστᾶσιν εἰκότως τὸν ἐξ ἀρχῆς ἀριθμὸν τῶν αὐγούρων φυλάττοντες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기