- 텍스트

Plutarch, Quaestiones Romanae, section 41

(플루타르코스, Quaestiones Romanae, section 41)

"διὰ τί τὸ παλαιὸν νόμισμα πῇ μὲν εἶχεν Ιἀνοῦ διπρόσωπον εἰκόνα, πῇ δὲ πλοίου πρύμναν ἢ πρῷραν ἐγκεχαραγμένην·? πότερον ὡς οἱ πολλοὶ λέγουσιν ἐπὶ τιμῇ τοῦ Κρόνου πλοίῳ διαπεράσαντος εἰς Ἰταλίαν· ἢ τοῦτο μὲν ἔστιν ἐπὶ πολλῶν λέγειν, καὶ γὰρ Ιἀνὸς καὶ Εὐάνδρος καὶ Αἰνείας ἐκ θαλάττης προσεκομίσθησαν, ἐκεῖνο δ. ἄν τις μᾶλλον εἰκάσειεν ὅτι τὰ μὲν καλὰ ταῖς πόλεσίν ἐστι τὰ δ ἀναγκαῖα: καὶ μέγιστον τῶν μὲν καλῶν ἡ εὐνομία, τῶν δ ἀναγκαίων ἡ εὐπορία: ἐπεὶ τοίνυν εὐκοσμίαν μὲν Ιἀνὸς κατέστησεν αὐτοῖς ἐξημερώσας τὸν βίον, ἀφθονίαν δὲ παρέχει, τῶν ἀναγκαίων ὁ ποταμὸς πλόιμος ὢν καὶ τὰ μὲν ἐκ θαλάττης τὰ δ ἀπὸ τῆς χώρας κατακομίζων, σύμβολον ἔσχε τὸ νόμισμα τοῦ μὲν νομοθέτου τὸ δίμορφον ὡς εἴρηται διὰ τὴν μεταβολήν, τοῦ δὲ ποταμοῦ τὸ πορθμεῖον. ἑτέρῳ δ ἐχρήσαντο νομίσματι βοῦν ἔχοντι καὶ πρόβατον καὶ ὗν παράσημον, εὐποροῦντες ἀπὸ τῶν θρεμμάτων μάλιστα καὶ τὴν περιουσίαν ἀπὸ τούτων ἔχοντες: παλαιοῖς, Συίλλιοι καὶ Βουβολκοὶ καὶ Πόρκιοι ἦσαν, ὡς Φενεστέλλας εἴρηκεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION