호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"διὰ τί τοὺς τεθνάναι φημισθέντας ἐπὶ ξένης ψευδῶς, κἂν ἐπανέλθωσιν, οὐ δέχονται κατὰ θύρας, ἀλλὰ τῷ κεράμῳ προσβαίνοντες εἴσω καθιᾶσιν αὐτούς·? ὁ μὲν γὰρ Βάρρων αἰτίαν μυθικὴν ὅλως ἀποδίδωσι. φησὶ γάρ, ἐν τῷ περὶ Σικελίαν πολέμῳ ναυμαχίας μεγάλης γενομένης καὶ κατὰ πολλῶν φήμης οὐκ ἀληθοῦς ὡς ἀπολωλότων ῥυείσης, ἐπανελθόντας αὐτοὺς ὀλίγῳ χρόνῳ πάντας τελευτῆσαι, ἑνὶ δ εἰσιόντι τὰς θύρας ἀπαντῆσαι κλειομένας ἀπ αὐτομάτου καὶ μὴ χαλᾶν ἐπιχειροῦντος ἀνοίγειν. τὸν δ ἄνθρωπον αὐτοῦ καταδαρθόντα πρὸ τῶν θυρῶν ἰδεῖν κατὰ τοὺς ὕπνους ὄψιν ὑφηγουμένην αὐτῷ τὴν ὑπὲρ τὸ τέγος εἰς τὴν οἰκίαν καθίμησιν: ποιήσαντα δ οὕτως εὐτυχῆ γενέσθαι καὶ γηραιόν:
ἐκ δὲ τούτου τὸ ἔθος καταστῆναι τοῖς ὕστερον. ὁρ´α δὲ μὴ καὶ ταῦτα τρόπον τινὰ τοῖς Ἑλληνικοῖς ἐοίκεν: οὐ γὰρ ἐνόμιζον ἁγνοὺς οὐδὲ κατεμείγνυσαν ἑαυτοῖς οὐδ εἰών ἱεροῖς πλησιάζειν, οἷς ἐκφορὰ γεγόνει καὶ τάφος ὡς τεθνηκόσι. λέγεται δέ τινα τῶν ἐνόχων ταύτῃ τῇ δεισιδαιμονίᾳ γεγονότων Ἀριστῖνον εἰς Δελφοὺς ἀποστείλαντα δεῖσθαι τοῦ θεοῦ καὶ παραιτεῖσθαι τὰς παρούσας αὐτῷ διὰ τὸν νόμον ἀπορίας τὴν δὲ Πυθίαν εἰπεῖν ὅσσαπερ ἐν λεχέεσσι γυνὴ τίκτουσα τελεῖται, ταῦτα πάλιν τελέσαντα θύειν μακάρεσσι θεοῖσιν. τὸν οὖν Ἀριστῖνον φρονήσαντα παρασχεῖν ἑαυτὸν ὥσπερ ἐξ ἀρχῆς τικτόμενον ταῖς γυναιξὶν ἀπολοῦσαι καὶ σπαργανῶσαι καὶ θηλὴν ἐπισχεῖν, οὕτω τε δρᾶν καὶ τοὺς ἄλλους ἅπαντας, ὑστεροπότμους προσαγορευομένους.
ἔνιοι δὲ καὶ πρὸ τοῦ Ἀριστίνου ταῦτα γενέσθαι περὶ τοὺς ὑστεροπότμους καὶ τὸ ἔθος εἶναι παλαιόν. οὐδὲν οὖν θαυμαστὸν εἰ καὶ Ῥωμαῖοι τοῖς δοκοῦσιν ἅπαξ τεθάφθαι καὶ γεγονέναι τῆς τῶν φθιτῶν μερίδος οὐκ ᾤοντο δεῖν παριέναι τὴν αὔλειον, ᾗ θύσοντες ἐξίασι καὶ θύσαντες εἰσίασιν, ἀλλ ἄνωθεν ἐκέλευον εἰς τὰ ὕπαιθρα καταβαίνειν ἐκ τοῦ περιέχοντος: καὶ γάρ τοὺς καθαρμοὺς ἐπιεικῶς πάντας ἐν ὑπαίθρῳ τελοῦσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기