- 텍스트

Plutarch, Praecepta gerendae reipublicae, chapter, section 23

(플루타르코스, Praecepta gerendae reipublicae, chapter, section 23)

σπουδῇ μέντοι καὶ προνοίᾳ:? περὶ τὰ κοινὰ καὶ φροντίδι πρὸς ἅπασαν ἀρχὴν ἀεὶ διαμιλλητέον, ἂν μὲν ὦσι χαρίεντες, αὐτὸν ὑφηγούμενον ἃ δεῖ καὶ φράζοντα καὶ διδόντα χρῆσθαι τοῖς βεβουλευμένοις ὀρθῶς καὶ τὸ κοινὸν εὐδοκιμεῖν ὠφελοῦντα 25, ἐὰν δ ἐνῇ τις ἐκείνοις ὄκνος ἢ μέλλησις ἢ κακοήθεια πρὸς τὴν πρᾶξιν, οὕτω χρὴ παρεῖναι καὶ λέγειν αὐτὸν εἰς τοὺς πολλοὺς καὶ μὴ παραμελεῖν μηδ ὑφίεσθαι τῶν κοινῶν, ὡς, οὐ προσῆκον, ἄρχοντος ἑτέρου, πολυπραγμονεῖν καὶ παραδιοικεῖν. ὁ γὰρ νόμος ἀεὶ τῷ τὰ δίκαια πράσσοντι καὶ γιγνώσκοντι τὰ συμφέροντα τὴν πρώτην τάξιν ἐν τῇ πολιτείᾳ δίδωσιν.

ἀλλὰ τῷ φρονεῖν τὰ δέοντα καὶ τολμᾶν αὑτὸν εἰς τὸ ἄρχειν καταστήσας διέσῳσε τοὺς Ἕλληνας.

καὶ τῶν Φιλοποίμενος ἔργων ἐπιφανέστατόν ἐστι τό, τοῦ Νάβιδος Μεσσήνην καταλαβόντος·

οὐκ ἐθέλοντος δὲ τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν βοηθεῖν ἀλλ ἀποδειλιῶντος, αὐτὸν ὁρμήσαντα μετὰ τῶν προθυμοτάτων ἄνευ : δόγματος ἐξελέσθαι τὴν πόλιν.

διὰ μικρὰ δεῖ καὶ τὰ τυχόντα καινοτομεῖν, ἀλλ ἐπὶ τοῖς ἀναγκαίοις ὡς ὁ Φιλοποίμην, ἢ τοῖς καλοῖς ὡς Ἐπαμεινώνδας, ἐπιβαλὼν τέτταρας μῆνας τῇ βοιωταρχίᾳ παρὰ τὸν νόμον, ἐν οἷς εἰς τὴν Λακωνικὴν ἐνέβαλε καὶ τὰ περὶ Μεσσήνην ἔπραξεν:

ὅπως, κἂν ἀπαντᾷ τις ἐωξὶ τούτῳ κατηγορία καὶ μέμψις, ·

ἀπολογίαν τῆς αἰτίας τὴν ἀνάγκην ἔχωμεν ἢ παραμυθίαν τοῦ κινδύνου τὸ μέγεθος τῆς πράξεως καὶ τὸ κάλλος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION