호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πολιτείας δ οἱ μὲν εἰς ἅπαν ἐνδύονται μέρος, ὥσπερ ὁ Κάτων, οὐδεμιᾶς ἀξιοῦντες εἰς δύναμιν ἀπολείπεσθαι φροντίδος οὐδ ἐπιμελείας τὸν ἀγαθὸν πολίτην:? ὅτι φθόνῳ καὶ πρὸς ὕβριν ἀποδειχθεὶς τελέαρχος ὑπὸ τῶν Θηβαίων οὐκ ἠμέλησεν, ἀλλ εἰπὼν ὡς οὐ μόνον ἀρχὴ ἄνδρα δείκνυσιν ἀλλὰ καὶ ἀρχὴν ἀνήρ, εἰς μέγα καὶ σεμνὸν ἀξίωμα προήγαγε τὴν τελεαρχίαν, οὐδὲν οὖσαν πρότερον ἀλλ περὶ τοὺς στενωποὺς ἐκβολῆς κοπρίων καὶ ῥευμάτων ἀποτροπῆς ἐπιμέλειάν τινα.
κἀγὼ δ ἀμέλει παρέχω γέλωτα τοῖς παρεπιδημοῦσιν, ὁρώμενος ἐν δημοσίῳ περὶ τὰ τοιαῦτα πολλάκις:
ἀλλὰ βοηθεῖ μοι τὸ τοῦ Ἀντισθένους μνημονευόμενον : εἶπεν ἐγὼ δ ἀνάπαλιν πρὸς τοὺς ἐγκαλοῦντας, εἰ κεράμῳ παρέστηκα διαμετρουμένῳ καὶ φυράμασι καὶ λίθοις παρακομιζομένοις, οὐκ ἐμαυτῷ γέ φημι ταῦτ οἰκονομεῖν ἀλλὰ τῇ πατρίδι.
καὶ γὰρ εἰς ἄλλα πολλὰ μικρὸς ἄν τις εἰή καὶ γλίσχρος αὑτῷ διοικῶν καὶ δι αὑτὸν πραγματευόμενος: εἰ δὲ δημοσίᾳ καὶ διὰ τὴν πόλιν, οὐκ ἀγεννής, ἀλλὰ μεῖζον τὸ μέχρι μικρῶν ἐπιμελὲς καὶ πρόθυμον.
ἕτεροι δὲ σεμνότερον οἰόνται καὶ μεγαλοπρεπέστερον εἶναι τὸ τοῦ Περικλέους: Πάραλος οὐκ ἐπὶ πᾶν ἔργον ἀλλ ἐπὶ τὰς ἀναγκαίας καὶ μεγάλας κατεσπῶντο πράξεις, οὕτως ἑαυτῷ πρὸς τὰ κυριώτατα καὶ μέγιστα χρῆσθαι, ὡς ὁ τοῦ κόσμου βασιλεύς, τῶν ἄγαν γὰρ ἅπτεται θεός, τὰ μικρὰ δ εἰς τύχην ἀνεὶς ἐᾷ κατὰ τὸν Εὐριπίδην.
δολίχῳ, τέλος ἡρῷα δειπνῶν ἐπιταφίου τινός, ὥσπερ εἰώθει, προτεθείσης ἅπασι τῆς μερίδος, ἀναπηδήσας διεπαγκρατίασεν, ὡς οὐδένα νικᾶν δέον αὐτοῦ παρόντος:
ὅθεν ἤθροισε χιλίους καὶ διακοσίους στεφάνους, ὧν συρφετὸν ἄν τις ἡγήσαιτο τοὺς πλείστους.
οὐδὲν οὖν τούτου διαφέρουσιν οἱ πρὸς πᾶσαν ἀποδυόμενοι πολιτικὴν πρᾶξιν, ἀλλὰ μεμπτούς τε ταχὺ ποιοῦσιν ἑαυτοὺς τοῖς πολλοῖς, ἐπαχθεῖς τε γίγνονται καὶ κατορθοῦντες ἐπίφθονοι , κἂν σφαλῶσιν, ἐπίχαρτοι, καὶ τὸ θαυμαζόμενον αὐτῶν ἐν ἀρχῇ τῆς ἐπιμελείας εἰς χλευασμὸν ὑπονοστεῖ καὶ γέλωτα.
τοιοῦτον τὸ Μητίοχος μὲν γὰρ στρατηγεῖ, Μητίοχος δὲ τὰς ὁδούς, Μητίοχος δ ἄρτους ἐπωπᾷ, Μητίοχος δὲ τἄλφιτα, Μητίοχος δὲ πάντ ἀκεῖται, Μητίοχος δ οἰμώξεται.
τῶν Περικλέους οὗτος εἷς ἦν ἑταίρων, τῇ δι ἐκεῖνον, ὡς ἐοίκε, δυνάμει χρώμενος ἐπιφθόνως καὶ κατακόρως.
δεῖ δέ, ὥς φασιν, ἐρῶντι τῷ δήμῳ τὸν πολιτικὸν προσφέρεσθαι καὶ μὴ παρόντος ἑαυτοῦ πόθον ἐναπολείπειν : ὃ καὶ Σκιπίων ὁ Ἀφρικανὸς ἐποίει πολὺν χρόνον ἐν ἀγρῷ διαιτώμενος, ἅμα καὶ τοῦ φθόνου τὸ βάρος ἀφαιρῶν καὶ διδοὺς ἀναπνοὴν τοῖς πιέζεσθαι δοκοῦσιν ὑπὸ τῆς ἐκείνου δόξης.
Τιμησίας δ ὁ Κλαζομένιος τὰ μὲν ἄλλα ἦν περὶ τὴν πόλιν ἀνὴρ ἀγαθός, τῷ δὲ πάντα πράσσειν δι ἑαυτοῦ φθονούμενος ἠγνόει καὶ μισούμενος, ἑώς αὐτῷ συνέβη τι τοιοῦτον :
ἔτυχον ἐν ὁδῷ παῖδες ἐκ λάκκου τινὸς ἀστράγαλον ἐκκόπτοντες, ἐκείνου παριόντος:
.
ἀναστρέψας ἔφρασε τὸ πρᾶγμα τῇ γυναικί, καὶ κελεύσας ἕπεσθαι συνεσκευασμένην εὐθὺς ἀπὸ τῶν θυρῶν ᾤχετ ἀπιὼν ἐκ τῆς πόλεως.
"τί, μακάριοι, κοπιᾶτε πολλάκις εὖ πάσχοντες·
Τῶν δὲ τοιούτων τὰ μὲν ὀρθῶς τὰ δ οὐκ εὖ λέλεκται. πρὸς τὸ βῆμα μετ εὐμενείας καὶ φιλανθρωπίας, κινεῖν δὲ μὴ πάντα τὰ τῆς πόλεως τοῖς αὑτοῦ λόγοις καὶ ψηφίσμασιν ἢ πράξεσιν, ἀλλ ἔχοντα πιστοὺς καὶ ἀγαθοὺς ἄνδρας ἕκαστον ἑκάστῃ χρείᾳ κατὰ τὸ οἰκεῖον προσαρμόττειν ὡς Περικλῆς Μενίππῳ μὲν ἐχρῆτο πρὸς τὰς στρατηγίας, δι Ἐφιάλτου δὲ τὴν ἐξ Ἀρείου πάγου βουλὴν ἐταπείνωσε, διὰ δὲ Χαρίνου τὸ κατὰ Μεγαρέων ἐκύρωσε ψήφισμα, Λάμπωνα δὲ Θουρίων οἰκιστὴν ἐξέπεμψεν.
οὐ γὰρ μόνον, τῆς δυνάμεως εἰς πολλοὺς διανέμεσθαι δοκούσης, ἧττον ἐνοχλεῖ τῶν φθόνων τὸ μέγεθος, ἀλλὰ καὶ τὰ τῶν χρειῶν ἐπιτελεῖται μᾶλλον.
ὠκονόμεις, ψήφων ἄπειρος ἐταμίευες ἢ γέρων καὶ ἀσθενὴς ἐστρατήγεις.
Περικλῆς δὲ καὶ πρὸς Κίμωνα διενείματο τὴν δύναμιν, αὐτὸς μὲν ἄρχειν ἐν ἄστει, τὸν δὲ πληρώσαντα τὰς ναῦς τοῖς βαρβάροις πολεμεῖν:
ἦν γὰρ ὁ μὲν πρὸς πολιτείαν ὁ δὲ πρὸς πόλεμον εὐφυέστερος. ἐπαινοῦσι δὲ καὶ τὸν Ἀναφλύστιον Εὔβουλον, ὅτι πίστιν ἔχων ἐν τοῖς μάλιστα καὶ δύναμιν οὐδὲν τῶν Ἑλληνικῶν ἔπραξεν οὐδ ἐπὶ στρατηγίαν ἦλθεν, ἀλλ ἐπὶ τὰ χρήματα τάξας·
ἑαυτὸν ηὔξησε τὰς κοινὰς προσόδους καὶ μεγάλα τὴν πόλιν ἀπὸ τούτων ὠφέλησεν. δόξαν ἀγαπῶντα τῆς σχολῆς ἐξίστασθαι τοῖς σοφισταῖς.?
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기