- 텍스트

Plutarch, Praecepta gerendae reipublicae, chapter, section 14

(플루타르코스, Praecepta gerendae reipublicae, chapter, section 14)

τινὰς ἔχθρας καὶ διαφοράς, οὐχ ἥκιστα προσήκει καὶ περὶ τούτων ἐσκέφθαι τὸν πολιτικόν.? οἱ μὲν οὖν πολλοὶ τὸν Θεμιστοκλέα καὶ τὸν Ἀριστείδην ἐπαινοῦσιν ἐπὶ τῶν ὁρ´ων τὴν ἔχθραν ἀποτιθεμένους, ὁσάκις ἐπὶ πρεσβείαν ἢ στρατηγίαν ἐξίοιεν, εἶτα πάλιν ἀναλαμβάνοντας. τοῦ Μάγνητος ὑπερφυῶς ἀρέσκει Ἑρμείᾳ γὰρ ἀντιπολιτευόμενος ἀνδρὶ μὲν οὐ δυνατῷ φιλοτίμῳ δὲ καὶ λαμπρῷ τὴν ψυχήν, ἐπεὶ κατέσχεν ὁ Μιθριδατικὸς πόλεμος, τὴν πόλιν ὁρῶν κινδυνεύουσαν ἐκέλευσε τὸν Ἑρμείαν τὴν ἀρχὴν παραλαβόντα χρῆσθαι τοῖς πράγμασιν, αὐτοῦ μεταστάντος:

εἰ δὲ βούλεται στρατηγεῖν ἐκεῖνον, αὐτὸν ἐκποδὼν ἀπελθεῖν, ὡς μὴ φιλοτιμούμενοι πρὸς ἀλλήλους ἀπολέσειαν τὴν πόλιν.

καὶ φήσας ἑαυτοῦ πολεμικώτερον εἶναι τὸν Κρητίναν ὑπεξῆλθε μετὰ παίδων καὶ γυναικός.

ὁ δὲ Κρητίνας ἐκεῖνόν τε προύπεμψε, τῶν ἰδίων χρημάτων ἐπιδοὺς ὅσα φεύγουσιν ἦν ἢ πολιορκουμένοις χρησιμώτερα, καὶ τὴν πόλιν ἄριστα στρατηγήσας παρ οὐδὲν ἐλθοῦσαν ἀπολέσθαι περιεποίησεν ἀνελπίστως. "μισῶ τὸν δεῖνα καὶ βούλομαι ποιῆσαι κακῶς, ἀλλὰ πατρίδ ἐμὴν μᾶλλον φιλῶ ·

τὸ γὰρ μὴ θέλειν διαλυθῆναι πρὸς ἐχθρόν, ὧν ἕνεκα δεῖ καὶ φίλον προέσθαι, δεινῶς ἄγριον καὶ θηριῶδες. οὐ μὴν ἀλλὰ βέλτιον οἱ περὶ Φωκίωνα καὶ Κάτωνα, μηδ ὅλως ἔχθραν τινὰ πρὸς πολιτικὰς:

ἀλλὰ δεινοὶ καὶ ἀπαραίτητοι μόνον ἐν τοῖς δημοσίοις ἀγῶσιν ὄντες μὴ προέσθαι τὸ συμφέρον, ἐν δὲ τοῖς ἰδίοις ἀμηνίτως καὶ φιλανθρώπως χρώμενοι τοῖς ἐκεῖ διαφερομένοις.

ὦ πέπον, ἦ τ ἐφάμην σε περὶ φρένας ἔμμεναι ἅ᾿λλων καὶ οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι ἂν τέ τι χρηστὸν εἴπωσιν ἢ πράξωσι, μὴ τιμαῖς ἀχθόμενον αὐτῶν μηδὲ λόγων εὐφήμων ἐπὶ καλοῖς ἔργοις φειδόμενον:

αὔξοντες τὴν ἀρετὴν καὶ ταῦτα παραβάλλοντες ἐκείνοις ὡς ἄξια καὶ πρέποντα μᾶλλον.

ἐγὼ δὲ καὶ μαρτυρεῖν ἀξιῶ τὰ δίκαια καὶ τοῖς διαφόροις τὸν πολιτικὸν ἄνδρα καὶ βοηθεῖν κρινομένοις πρὸς τοὺς συκοφάντας καὶ ταῖς διαβολαῖς ἀπιστεῖν, ἂν ὦσιν ἀλλότριαι τῆς προαιρέσεως αὐτῶν:

"Θρασέαν οὕτως ἐμὲ φιλεῖν, ὡς δικαστὴς ἄριστός ἐστιν.

"ἀλλ ἐκεῖνος οὐκ ἂν τοῦτ εἶπεν οὐδ ἐποίησεν.

ὑπομνηστέον δὲ καὶ πατέρων ἀγαθῶν ἐνίους, ὅταν ἐξαμαρτάνωσιν οἱο῀ν Ὅμηρος ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς:

"ὦ Παῦλε, στενάξειας ὑπὸ γῆς, αἰσθόμενος ὅτι σου τὸν υἱὸν ἐπὶ τιμητικὴν ἀρχὴν καταβαίνοντα Φιλόνικος ὁ τελώνης δορυφορεῖ" τὰ γὰρ τοιαῦτα νουθετεῖ τοὺς ἁμαρτάνοντας ἅμα καὶ κοσμεῖ τοὺς νουθετοῦντας.

πολιτικῶς δὲ καὶ ὁ Νέστωρ ὁ τοῦ Σοφοκλέους ἀποκρίνεται λοιδορούμενος ὑπὸ τοῦ Αἰάντος οὐ μέμφομαί σε:

δρῶν γὰρ εὖ κακῶς λέγεις.

καὶ Κάτων διενεχθεὶς πρὸς τὸν Πομπήιον ἐν οἷς ἐβιάζετο τὴν πόλιν μετὰ Καίσαρος, ἐπεὶ κατέστησαν εἰς πόλεμον, ἐκέλευσε Πομπηίῳ παραδοῦναι τὴν ἡγεμονίαν, ἐπειπὼν ὅτι τῶν αὐτῶν ἐστι καὶ ποιεῖν τὰ μεγάλα κακὰ καὶ παύειν.

ὁ γὰρ μεμιγμένος ἐπαίνῳ ψόγος οὐκ ἔχων ὕβριν ἀλλὰ παρρησίαν, οὐδὲ θυμὸν ἀλλὰ δηγμὸν ἐμποιῶν καὶ μετάνοιαν, εὐμενὴς φαίνεται καὶ θεραπευτικός: αἱ δὲ λοιδορίαι τοῖς πολιτικοῖς ἣκιστα πρέπουσιν.

τοῦτον ὑπ Αἰσχίνου, καὶ πάλιν ἃ πρὸς Δημάδην γέγραφεν Ὑπερείδης, εἰ Σόλων ἂν εἶπεν ἢ Περικλῆς ἢ Λυκοῦργος ὁ Λακεδαιμόνιος ἢ Πιττακὸς ὁ Λέσβιος.

καίτοι γε καὶ Δημοσθένης ἐν τῷ δικανικῷ τὸ λοίδορον ἔχει μόνον, οἱ δὲ Φιλιππικοὶ καθαρεύουσι καὶ σκώμματος καὶ βωμολοχίας ἁπάσης:

τὰ γὰρ τοιαῦτα τῶν ἀκουόντων μᾶλλον αἰσχύνει τοὺς λέγοντας, ἔτι δὲ καὶ σύγχυσιν ἀπεργάζεται τῶν πραγμάτων καὶ διαταράττει τὰ βουλευτήρια καὶ τὰς ἐκκλησίας.

ἀλλ ἐπεὶ πολλοῖς γε δυσκάθεκτὸν ἐστι τὸ πρᾶγμα καὶ πολλάκις οὐκ ἀχρήστως οἱ λοιδοροῦντες ἐπιστομίζονται ταῖς ἀπαντήσεσιν , ἔστω βραχεῖα τῇ λέξει καὶ μὴ θυμὸν ἐμφαίνουσα μηδ ἀκραχολίαν, ἀλλὰ πραότητα μετὰ παιδιᾶς καὶ χάριτος ἁμωσγέπως δάκνουσαν:

αἱ δ ἀντεπιστρέφουσαι μάλιστα τοιαῦται.

καθάπερ γὰρ τῶν βελῶν ὅσα πρὸς τὸν βαλόντα φέρεται πάλιν ῥώμῃ τινὶ δοκεῖ καὶ στερεότητι τοῦ πληγέντος ἀνακρουόμενα τοῦτο πάσχειν: οὕτω τὸ λεχθὲν ὑπὸ ῥώμης καὶ συνέσεως τοῦ λοιδορηθέντος ἐπὶ τοὺς λοιδορήσαντας ἀναστρέφειν ἐοίκεν:

"Ἀθηναῖοί σε ἀποκτενοῦσιν:

"οὐ σὺ μυραίνης ἐν κολυμβήθρᾳ σοι τρεφομένης εἶτ ἀποθανούσης ἔκλαυσας· "οὐ σὺ τρεῖς γυναῖκας ἔθαψας καὶ οὐκ ἐδάκρυσας·

ταῦτα μὲν οὖν ἔχει τινὰ χρείαν καὶ πρὸς τὸν ἄλλον βίον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION