호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡγεμόνα μὴ ἁπλῶς τὸν ἔνδοξον καὶ δυνατόν, ἀλλὰ καὶ τὸν δι ἀρετὴν τοιοῦτον.? τῇ αὐξήσει, πρόφασιν δὲ τὴν σφραγῖδα ποιησάμενος ἀπέρριψεν ὁ γὰρ Σύλλας, ὅτε τῷ Μαρίῳ στρατηγοῦντι συνῆν ταμιεύων ἐν Λιβύῃ, πεμφθεὶς ὑπ αὐτοῦ πρὸς Βῶκχον ἤγαγεν Ιὀγόρθαν αἰχμάλωτον οἱᾶ δὲ νέος φιλότιμος, ἄρτι δόξης γεγευμένος, οὐκ ἤνεγκε μετρίως τὸ εὐτύχημα, γλυψάμενος δ εἰκόνα τῆς πράξεως ἐν σφραγῖδι τὸν Ιὀγόρθαν αὐτῷ παραδιδόμενον ἐφόρει καὶ τοῦτ ἐγκαλῶν ὁ Μάριος ἀπέρριψεν αὐτόν:
ταχὺ τὸν Μάριον ἐξήλασε καὶ κατέλυσε τῷ ἐμφυλίῳ πολέμῳ μικροῦ δεήσαντα τὴν Ῥώμην ἀνατρέψαι.
Σύλλας μέντοι καὶ Πομπήιον ἐκ νέου μὲν ἦρεν ὑπεξανιστάμενος αὐτῷ καὶ τὴν κεφαλὴν ἀποκαλυπτόμενος ἐπιόντι, καὶ τοῖς ἄλλοις νέοις πράξεων ἡγεμονικῶν μεταδιδοὺς ἀφορμάς, ἐνίους δὲ καὶ παροξύνων ἄκοντας, ἐνέπλησε φιλοτιμίας καὶ ζήλου τὰ στρατεύματα:
καὶ πάντων ἐκράτησε βουλόμενος εἶναι μὴ μόνος ἀλλὰ πρῶτος καὶ μέγιστος ἐν πολλοῖς καὶ μεγάλοις.
τούτων οὖν ἔχεσθαι δεῖ τῶν ἀνδρῶν καὶ τούτοις ἐμφύεσθαι, μή, καθάπερ ὁ Αἰσώπου βασιλίσκος ἐπὶ τῶν: ἐξέπτη καὶ προέφθασεν, οὕτω τὴν ἐκείνων δόξαν ὑφαρπάζοντας αὐτοὺς ἀλλὰ παρ ἐκείνων ἅμα μετ εὐνοίας καὶ φιλίας λαμβάνοντας, ὡς οὐδ ἄρξαι καλῶς τοὺς μὴ πρότερον ὀρθῶς δουλεύσαντας, ᾗ φησιν ὁ Πλάτων, δυναμένους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기