- 텍스트

Plutarch, Praecepta gerendae reipublicae, chapter, section 7

(플루타르코스, Praecepta gerendae reipublicae, chapter, section 7)

οὐ μὴν ἀλλὰ καὶ σκῶμμα καὶ γελοῖον ἔστιν ὅτε γίγνεται πολιτικοῦ λόγου μέρος, εἰ μὴ πρὸς ὕβριν ἢ βωμολοχίαν, ἀλλὰ χρησίμως ἐπιπλήττοντος ἢ διασύροντος λέγοιτο.? μάλιστα δ εὐδοκιμεῖ τὰ τοιαῦτα περὶ τὰς ἀμείψεις καὶ τὰς ἀπαντήσεις:

τὸ γὰρ ἐκ παρασκευῆς καὶ κατάρχοντα γελωτοποιοῦντος ἐστι καὶ δόξα κακοηθείας πρόσεστιν, ὡς προσῆν τοῖς:

Κικέρωνος σκώμμασι καὶ τοῖς, Κάτωνος τοῦ πρεσβυτέρου καὶ Εὐξιθέου τοῦ Ἀριστοτέλους συνήθους οὗτοι γὰρ ἔσκωπτον ἀρχόμενοι πολλάκις. "οἶδ ὅτι σε λυπῶ λύχνον καίων:

"μεθ ὑμῶν γ, ὦ φίλαι κεφαλαί.

" τὸ δ ἄγαν φυλακτέον ἐν τῷ γελοίῳ καὶ τὸ λυποῦν ἀκαίρως τοὺς ἀκούοντας ἢ τὸν λέγοντα ποιοῦν ἀγεννῆ καὶ ταπεινόν, ὥσπερ τὰ Δημοκράτους: "οὐκ ἂν ἐβουλόμην κακῶς οὕτω πεπραγέναι τὴν πόλιν, ὥστε κἀμοῦ συμβουλεύοντος ὑμᾶς ἀκούειν:

" καὶ γὰρ καὶ τοῦτο μικροῦ κἀκεῖνο μανικοῦ, πολιτικῷ δ οὐδέτερον ἁρμόττον. Φωκίωνος δὲ καὶ τὴν βραχυλογίαν ἐθαύμαζον ὁ γοῦν Πολύευκτος ἀπεφαίνετο ῥήτορα μέγιστον εἶναι Δημοσθένην, δεινότατον δ εἰπεῖν Φωκίωνα πλεῖστον γὰρ αὐτοῦ τὸν λόγον ἐν λέξει βραχυτάτῃ νοῦν περιέχειν.

"ἡ τῶν ἐμῶν λόγων κοπὶς ἀνίσταται" μάλιστα μὲν οὖν ἐσκεμμένῳ πειρῶ καὶ μὴ διακένῳ τῷ λόγῳ χρῆσθαι πρὸς·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION