호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ᾧ λογισμῷ φασι μηδὲ τοὺς Πυθαγορικοὺς εἰς γραφὴν κατατίθεσθαι τὰ συντάγματα, μνήμην δὲ καὶ παίδευσιν αὐτῶν ἄγραφον ἐμποιεῖν τοῖς ἀξίοις.? καὶ τῆς γε περὶ τὰς ἀπόρους καὶ ἀρρήτους λεγομένας ἐν γεωμετρίᾳ μεθόδους πραγματείας πρός τινα τῶν ἀναξίων ἐκδοθείσης, ἔφασαν ἐπισημαίνειν τὸ δαιμόνιον μεγάλῳ τινὶ καὶ κοινῷ κακῷ τὴν γεγενημένην παρανομίαν καὶ ἀσέβειαν ἐπεξερχόμενον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기