- 텍스트

Plutarch, Numa, chapter 19

(플루타르코스, Numa, chapter 19)

Ῥωμαῖοι δὲ ὅτι μὲν δέκα μῆνας εἰς τὸν ἐνιαυτὸν ἔταττον, οὐ δώδεκα, τεκμήριον ἡ τοῦ τελευταίου προσηγορία:? δέκατον γάρ αὐτὸν ἄχρι νῦν καλοῦσιν ὅτι δὲ τὸν Μάρτιον πρῶτον, ἡ τάξις: τὸν γάρ ἀπ ἐκείνου πέμπτον ἐκάλουν πέμπτον ἕκτον δὲ τὸν ἕκτον καὶ τῶν ἄλλων ἑξῆς ὁμοίως ἕκαστον, ἐπεὶ τὸν Ιἀνουάριον καὶ τὸν Φεβρουάριον πρὸ τοῦ Μαρτίου τιθεμένοις συνέβαινεν αὐτοῖς τὸν εἰρημένον μῆνα πέμπτον μὲν ὀνομάζειν, ἕβδομον δὲ ἀριθμεῖν. ἄλλως δὲ καὶ λόγον εἶχε τὸν Μάρτιον Ἄρει καθιερωμένον ὑπὸ τοῦ Ῥωμύλου πρῶτον ὀνομάζεσθαι:

δεύτερον δὲ τὸν Ἀπρίλλιον, ἐπώνυμον ὄντα τῆς Ἀφροδίτης, ἐν ᾧ θύουσί τε τῇ θεῷ καὶ ταῖς καλάνδαις αἱ γυναῖκες ἐστεφανωμέναι μυρσίνῃ λούονται, τινὲς δὲ οὐ διὰ τὴν Ἀφροδίτην τὸν Ἀπρίλλιὸν φασιν, ἀλλ ὥσπερ ἔχει τοὔνομα ψιλόν, Ἀπρίλλιον κεκλῆσθαι τὸν μῆνα τῆς ἐαρινῆς ὡρ´ας ἀκμαζούσης ἀνοίγοντα καὶ ἀνακαλύπτοντα τοὺς βλαστοὺς τῶν φυτῶν τοῦτο γὰρ ἡ γλῶττα σημαίνει. τῶν δ᾿ ἐφεξῆς τὸν μὲν Μάϊον καλοῦσιν ἀπὸ Μαίας:

Ἑρμῇ γὰρ ἀνιέρωται τὸν δὲ Ιοὔνιον ἀπὸ τῆς Ἥρας. εἰσὶ δέ τινες οἱ τούτους ἡλικίας ἐπωνύμους εἶναι λέγοντες πρεσβυτέρας καὶ νεωτέρας: μαϊώρεις γὰρ οἱ πρεσβύτεροι παρ αὐτοῖς, ἰουνιώρεις δὲ οἱ νεώτεροι καλοῦνται, τῶν δὲ λοιπῶν ἕκαστον ἀπὸ τῆς τάξεως, ὥσπερ ἀριθμοῦντες, ὠνόμαζον πέμπτον, ἕκτον, ἕβδομον, ὄγδοον, ἔνατον, δέκατον εἶτα ὁ πέμπτος ἀπὸ Καίσαρος τοῦ καταγωνισαμένου Πομπήϊον Ιοὔλιος: ὁ δὲ ἕκτος Αὔγουστος ἀπὸ τοῦ δευτέρου μὲν ἄρξαντος, Σεβαστοῦ δὲ ἐπικληθέντος, ὠνομάσθη.

τοὺς δὲ ἐφεξῆς Δομετιανὸς εἰσεποίησε ταῖς αὑτοῦ προσωνυμίαις οὐ πολὺν χρόνον, ἀλλὰ τὰς αὑτῶν ἀναλαβόντες πάλιν ἐκείνου σφαγέντος ὁ μὲν ἕβδομος, ὁ δὲ ὄγδοος καλοῦνται, μόνοι δ᾿ οἱ τελευταῖοι δύο τὴν ἀπὸ τῆς τάξεως κλῆσιν, ὥσπερ ἔσχον ἐξ ἀρχῆς, διεφύλαξαν. τῶν δὲ ὑπὸ Νομᾶ προστεθέντων ἢ μετατεθέντων ὁ μὲν Φεβρουάριος οἱο῀ν καθάρσιος ἄν τις εἰή:

καὶ γάρ ἡ λέξις ἔγγιστα τοῦτο σημαίνει, καὶ τοῖς φθιτοῖς ἐναγίζουσι τότε καὶ τὴν τῶν Λουπερκαλίων ἑορτὴν εἰς τὰ πολλὰ καθαρμῷ προσεοικυῖαν τελοῦσιν ὁ δὲ πρῶτος Ιἀνουάριος ἀπὸ τοῦ Ιἀνοῦ, δοκεῖ δέ μοι τὸν Μάρτιον ὁ Νομᾶς ἐπώνυμον ὄντα τοῦ Ἄρεως ἐκ τῆς προεδρίας μεταστῆσαι, βουλόμενος ἐν παντὶ τῆς πολεμικῆς δυνάμεως προτιμᾶσθαι τὴν πολιτικήν. ὁ γὰρ Ιἀνὸς ἐν τοῖς πάνυ παλαιοῖς εἴτε δαίμων εἴτε βασιλεὺς γενόμενος πολιτικὸς καὶ κοινωνικὸς ἐκ τοῦ θηριώδους καὶ ἀγρίου λέγεται μεταβαλεῖν τὴν δίαιταν.

καὶ διὰ τοῦτο πλάττουσιν αὐτὸν ἀμφιπρόσωπον, ὡς ἑτέραν ἐξ ἑτέρας τῷ βίῳ περιποιήσαντα τὴν μορφὴν καὶ διάθεσιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION