호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἥψατο δὲ καὶ τῆσ περὶ τὸν οὐρανὸν πραγματείασ οὔτε ἀκριβῶσ οὔτε παντάπασιν ἀθεωρήτωσ. Ῥωμύλου γὰρ βασιλεύοντοσ ἀλόγωσ ἐχρῶντο τοῖσ μησὶ καὶ ἀτάκτωσ, τοὺσ μὲν οὐδὲ εἴκοσιν ἡμερῶν, τοὺσ δὲ πέντε καὶ τριάκοντα, τοὺσ δὲ πλειόνων λογιζόμενοι, τῆσ δὲ γινομένησ ἀνωμαλίασ περὶ τὴν σελήνην καὶ τὸν ἥλιον ἔννοιαν οὐκ ἔχοντεσ, ἀλλ’ ἓν φυλάττοντεσ μόνον, ὅπωσ ἑξήκοντα καὶ τριακοσίων ἡμερῶν ὁ ἐνιαυτὸσ ἔσται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기