호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐκ δὲ τῆς τοιαύτης παιδαγωγίας πρὸς τὸ θεῖον οὕτως ἡ πόλις ἐγεγόνει χειροήθης καὶ κατατεθαμβημένη τὴν τοῦ Νομᾶ δύναμιν, ὥστε μύθοις ἐοικότας τὴν ἀτοπίαν λόγους παραδέχεσθαι, καὶ νομίζειν μηδὲν ἄπιστον εἶναι μηδὲ ἀμήχανον ἐκείνου.? βουληθέντος. λέγεται γοῦν ποτε καλέσας ἐπὶ τὴν τράπεζαν οὐκ ὀλίγους τῶν πολιτῶν, σκεύη τε φαῦλα καὶ δεῖπνον εὐτελὲς πάνυ προθέσθαι καὶ δημοτικὸν ἀρξαμένων δὲ δειπνεῖν ἐμβαλὼν λόγον ὡς ἡ θεὸς ᾗ σύνεστιν ἥκοι πρὸς αὐτόν, αἰφνίδιον ἐπιδεῖξαι τόν τε οἶκον ἐκπωμάτων πλήρη πολυτελῶν καὶ τὰς τραπέζας ὄψων τε παντοδαπῶν καὶ παρασκευῆς δαψιλοῦς γεμούσας.
πᾶσαν δὲ ὑπερβέβληκεν ἀτοπίαν τὸ ὑπὲρ τῆς τοῦ Διὸς ὁμιλίας ἱστορούμενον.
μυθολογοῦσι γάρ εἰς τὸν Ἀβεντῖνον λόφον οὔπω μέρος ὄντα τῆς πόλεως οὐδὲ συνοικούμενον, ἀλλ ἔχοντα πηγάς τε δαψιλεῖς ἐν αὑτῷ καὶ νάπας σκιεράς, φοιτᾶν δύο δαίμονάς, Πῖκον καὶ Φαῦνον οὓς τὰ μὲν ἄλλα Σατύρων ἄν τις ἢ Πανῶν γένει προσεικάσειε, δυνάμει δὲ φαρμάκων καὶ δεινότητι τῆς περὶ τὰ θεῖα γοητείας λέγονται ταὐτὰ τοῖς ὑφ Ἑλλήνων προσαγορευθεῖσιν Ἰδαίοις Δακτύλοις σοφιζόμενοι περιϊέναι τὴν Ἰταλίαν. τούτους φασὶ χειρώσασθαι τὸν Νομᾶν, οἴνῳ καὶ μέλιτι κεράσαντα τὴν κρήνην ἀφ ἧς ἔπινον συνήθως.
ληφθέντας δὲ πολλὰς μὲν ἰδέας τρέπεσθαι καὶ μετεκδύεσθαι τὴν αὑτῶν φύσιν, ἀλλόκοτα φάσματα καὶ φοβερὰ τῆς ὄψεως προβαλλομένους: ἐπεὶ δὲ ἔγνωσαν ἑαλωκότες ἰσχυρὰν καὶ ἄφυκτον ἅλωσιν, ἄλλα τε προθεσπίσαι πολλὰ τῶν μελλόντων καὶ τὸν ἐπὶ τοῖς κεραυνοῖς ἐκδιδάξαι καθαρμόν, ὃς ποιεῖται μέχρι νῦν διὰ κρομμύων καὶ τριχῶν καὶ μαινίδων. ἔνιοι δὲ οὐ τοὺς δαίμονάς φασὶν ὑποθέσθαι τὸν καθαρμόν, ἀλλ ἐκείνους μὲν καταγαγεῖν τὸν Δία μαγεύσαντας, τὸν δὲ θεὸν ὀργιζόμενον τῷ Νομᾷ προστάσσειν ὡς χρὴ γενέσθαι τὸν καθαρμὸν κεφαλαῖς:
"κρομμύων· "θριξίν· "μαινίσι· ταῦτα λέγειν ὑπὸ τῆς Ἠγερίας δεδιδαγμένον. καὶ τὸν μὲν θεὸν ἀπελθεῖν ἵλεω γενόμενον, τὸν δὲ τόπον Ἰλίκιον ἀπ ἐκείνου προσαγορευθῆναι καὶ τὸν καθαρμὸν οὕτω συντελεῖσθαι.
ταῦτα μὲν οὖν τὰ μυθώδη καὶ γελοῖα τὴν τῶν τότε ἀνθρώπων ἐπιδείκνυται διάθεσιν πρὸς τὸ θεῖον, ἣν ὁ ἐθισμὸς αὐτοῖς ἐνεποίησεν. αὐτὸν δὲ τὸν Νομᾶν οὕτω φασὶν εἰς τὸ θεῖον ἀνηρτῆσθαι ταῖς ἐλπίσιν, ὥστε καὶ προσαγγελίας αὐτῷ ποτε γενομένης ὡς ἐπέρχονται πολέμιοι, μειδιᾶσαι καὶ εἰπεῖν: "ἐγὼ δὲ θύω.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기