- 텍스트

Plutarch, Numa, chapter 7

(플루타르코스, Numa, chapter 7)

ὡς οὖν ἐδέδοκτο, θύσας τοῖς θεοῖς προῆγεν εἰς τὴν Ῥώμην.? ἀπήντα δὲ ἡ βουλὴ καὶ ὁ δῆμος ἔρωτι θαυμαστῷ τοῦ ἀνδρός, εὐφημίαι τε πρέπουσαι γυναικῶν ἐγίνοντο καὶ θυσίαι πρὸς ἱεροῖς καὶ χαρὰ πάντων, ὥσπερ οὐ βασιλέα τῆς πόλεως, ἀλλὰ βασιλείαν δεχομένης, ἐπεὶ δὲ εἰς τὴν ἀγορὰν κατέστησαν, ὁ μὲν ταῖς ὡρ´αις ἐκείναις συνειληχὼς μες ο βασιλεὺς Σπόριος Οὐέττιος ψῆφον ἐπέδωκε τοῖς πολίταις καὶ πάντες ἤνεγκαν, προσφερομένων δ᾿ αὐτῷ τῶν βασιλικῶν παρασήμων ἐπισχεῖν κελεύσας ἔφη δεῖσθαι καὶ θεοῦ τὴν βασιλείαν ἐμπεδοῦντος αὐτῷ. παραλαβὼν δὲ μάντεις καὶ ἱερεῖς ἀνέβαινεν εἰς τὸ Καπιτώλιον Ταρπήϊον αὐτὸ λόφον οἱ τότε Ῥωμαῖοι προσηγόρευον.

σιγὴ δὲ ἄπιστος ἐν πλήθει τοσούτῳ τὴν ἀγορὰν κατεῖχε καραδοκούντων καὶ συναιωρουμένων τῷ μέλλοντι, μέχρι οὗ προὐφάνησαν ὄρνιθες ἀγαθοὶ καὶ δεξιοὶ ἐπέτρεψαν οὕτω δὲ τὴν βασιλικὴν ἀναλαβὼν ἐσθῆτα κατέβαινε Νομᾶς εἰς τὸ πλῆθος ἀπὸ τῆς ἄκρας, τότε δὲ καὶ φωναὶ καὶ δεξιώσεις ἦσαν ὡς εὐσεβέστατον καὶ θεοφιλέστατον δεχομένων.

παραλαβὼν δὲ τὴν ἀρχὴν πρῶτον μὲν τὸ τῶν τριακοσίων σύστημα διέλυσεν, οὓς Ῥωμύλος ἔχων ἀεὶ περὶ τὸ σῶμα Κέλερας προσηγόρευσεν, ὅπερ ἐστὶ ταχεῖς:

οὔτε γὰρ ἀπιστεῖν πιστεύουσιν οὔτε βασιλεύειν ἀπιστούντων ἠξίου. δεύτερον δὲ τοῖς οὖσιν ἱερεῦσι Διὸς καὶ Ἄρεως τρίτον Ῥωμύλου προσκατέστησεν, ὃν Φλάμινα Κυρινάλιον ὠνόμασεν. ἐκάλουν δὲ καὶ τοὺς προγενεστέρους Φλάμινας ἀπὸ τῶν περικρανίων πίλων οὓς περὶ ταῖς κεφαλαῖς φοροῦσι, πιλαμένας τινὰς ὄντας, ὡς ἱστοροῦσι, τῶν Ἑλληνικῶν ὀνομάτων τότε μᾶλλον ἢ νῦν τοῖς Λατίνοις ἀνακεκραμένων.

καὶ γάρ ἃς ἐφ ό ρουν οἱ ἱερεῖς λαίνας ὁ Ιὄβας χλαίνας φησὶν εἶναι, καὶ τὸν ὑπηρετοῦντα τῷ ἱερεῖ τοῦ Διὸς ἀμφιθαλῆ παῖδα λέγεσθαι Κάμιλλον, ὡς καὶ τὸν Ἑρμῆν οὕτως ἔνιοι τῶν Ἑλλήνων Κάμιλλον ἀπὸ τῆς διακονίας προσηγόρευον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION