- 텍스트

Plutarch, Numa, chapter 6

(플루타르코스, Numa, chapter 6)

τοιούτοις λόγοις ἀφοσιουμένου τὴν βασιλείαν τοῦ ἀνδρός, οἵ τε Ῥωμαῖοι πᾶσαν ἐποιοῦντο σπουδὴν ἀντιβολοῦντες καὶ δεόμενοι μὴ σφᾶς αὖθις εἰς στάσιν ἐμβαλεῖν καὶ πόλεμον ἐμφύλιον, οὐκ ὄντος ἑτέρου πρὸς ὃν ἀμφότεραι συννεύσουσιν αἱ στάσεις, ὅ τε πατήρ καὶ ὁ Μάρκιος ἐκείνων μεταστάντων ἰδίᾳ προσκείμενοι τὸν Νομᾶν ἔπειθον δέχεσθαι μέγα καὶ θεῖον δῶρον.? "εἰ δὲ αὐτὸς οὔτε πλούτου δέῃ δι αὐτάρκειαν οὔτε δόξαν ἀρχῆς καὶ δυναστείας ἐζήλωκας κρείσσονα τὴν ἀπ ἀρετῆς ἔχων, ἀλλ ὑπηρεσίαν γε θεοῦ τὸ βασιλεύειν ἡγούμενος, ὅς γε ἀνίστησι καὶ οὐκ ἐᾷ κεῖσθαι καὶ ἀργεῖν τὴν ἐν σοὶ τοσαύτην δικαιοσύνην, μὴ φεῦγε μηδὲ ἀποδίδρασκε τὴν ἀρχήν, ἀνδρὶ φρονίμῳ πράξεων καλῶν καὶ μεγάλων οὖσαν χώραν, ἐν ᾗ καὶ θεραπεῖαι θεῶν μεγαλοπρεπεῖς εἰσι καὶ πρὸς εὐσέβειαν ἀνθρώπων ἡμερώσεις ῥᾷστα καὶ τάχιστα μετακοσμουμένων ὑπὸ τὸν κρατοῦντος, οὗτοι καὶ Τάτιον ἔστερξαν ἔπηλυν ἡγεμόνα, καὶ τὴν Ῥωμύλου μνήμην ἀποθεοῦσι ταῖς τιμαῖς.

τίς δὲ οἶδεν εἰ καὶ νικῶντι δήμῳ πολέμου κόρος ἐστί, καὶ μεστοὶ θριάμβων καὶ λαφύρων γεγονότες ἡγεμόνα πρᾷον καὶ δίκης ἑταῖρον ἐπ εὐνομίᾳ καὶ εἰρήνῃ ποθοῦσιν· "εἰ δὲ δὴ καὶ παντάπασιν ἀκρατῶς ἔχουσι καὶ μανικῶς πρὸς πόλεμον, ἆρ οὐχὶ βέλτιον ἀλλαχόσε τὴν ὁρμὴν αὐτῶν τρέπειν, διὰ χειρὸς ἔχοντα τὰς ἡ νίας, τῇ δὲ πατρίδι καὶ παντὶ τῷ Σαβίνων ἔθνει σύνδεσμον εὐνοίας καὶ φιλίας πρὸς πόλιν ἀκμάζουσαν καὶ δυνατὴν γενέσθαι· ὡς λέγεται, σημεῖά τε χρηστὰ καὶ σπουδὴ τῶν πολιτῶν καὶ ζῆλος, ὡς ἐπύθοντο τὴν πρεσβείαν, δεομένων βαδίζειν καὶ παραλαμβάνειν τὴν βασιλείαν ἐπὶ κοινωνίᾳ καὶ συγκράσει τῶν πολιτῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION