호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
συνετάττετο μὲν οὖν λόγουσ τε παντοδαποὺσ καὶ ἱστορίασ· γεωργίᾳ δὲ προσεῖχε νέοσ μὲν ὢν ἔτι καὶ διὰ τὴν χρείαν φησὶ γὰρ δυσὶ κεχρῆσθαι μόνοισ πορισμοῖσ γεωργίᾳ καὶ φειδοῖ, τότε δὲ διαγωγὴν καὶ θεωρίαν αὐτῷ τὰ γινόμενα κατ’ ἀγρὸν παρεῖχε, καὶ συντέτακταί γε βιβλίον γεωργικόν, ἐν ᾧ καὶ περὶ πλακούντων σκευασίασ καὶ τηρήσεωσ ὀπώρασ γέγραφεν, ἐν παντὶ φιλοτιμούμενοσ περιττὸσ εἶναι καὶ ἴδιοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기