호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐφ’ ᾧ καὶ Παῦλοσ ὁ στρατηγὸσ ἠγάσθη τὸ μειράκιον, καὶ Κάτωνοσ αὐτοῦ φέρεταί τισ ἐπιστολὴ πρόσ τὸν υἱόν ὑπερφυῶσ ἐπαινοῦντοσ τὴν περὶ τὸ ξίφοσ φιλοτιμίαν αὐτοῦ καὶ σπουδήν. ὕστερον δὲ καὶ Παύλου θυγατέρα Τερτίαν ἔγημεν ὁ νεανίασ, ἀδελφὴν Σκηπίωνοσ, οὐχ ἧττον ἤδη δι’ αὑτὸν ἢ τὸν πατέρα καταμιγνύμενοσ εἰσ γένοσ τηλικοῦτον. ἡ μὲν οὖν περὶ τὸν υἱὸν ἐπιμέλεια τοῦ Κάτωνοσ ἄξιον ἔσχεν τέλοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기