호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἶτα μέντοι παρ’ Ἑλλήνων τὸ γυμνοῦσθαι μαθόντεσ, αὐτοὶ πάλιν τοῦ καὶ μετὰ γυναικῶν τοῦτο πράσσειν ἀναπεπλήκασι τοὺσ Ἕλληνασ. οὕτω δὲ καλὸν ἔργον εἰσ ἀρετὴν τῷ Κάτωνι πλάττοντι καὶ δημιουργοῦντι τὸν υἱόν, ἐπεὶ τὰ τῆσ προθυμίασ ἦν ἄμεμπτα καὶ δι’ εὐφυϊάν ὑπήκουεν ἡ ψυχή, τὸ δὲ σῶμα μαλακώτερον ἐφαίνετο τοῦ πονεῖν, ὑπανῆκεν αὐτῷ τὸ σύντονον ἄγαν καὶ κεκολασμένον τῆσ διαίτησ, ὁ δέ, καίπερ οὕτωσ ἔχων, ἀνὴρ ἀγαθὸσ ἦν ἐν ταῖσ στρατείαισ, καὶ τὴν πρόσ Περσέα μάχην ἠγωνίσατο λαμπρῶσ Παύλου στρατηγοῦντοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기