호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γέγονε δὲ καὶ πατὴρ ἀγαθὸσ καὶ περὶ γυναῖκα χρηστὸσ ἀνὴρ καὶ χρηματιστὴσ οὐκ εὐκαταφρόνητοσ οὐδ’ ὥσ τι μικρὸν ἢ φαῦλον ἐν παρέργῳ μεταχειρισάμενοσ τὴν τοιαύτην ἐπιμέλειαν. ὅθεν οἰόμαι δεῖν καὶ περὶ τούτων ὅσα καλῶσ ἔχει διελθεῖν γυναῖκα μὲν εὐγενεστέραν ἢ πλουσιωτέραν ἔγημεν, ἡγούμενοσ ὁμοίωσ μὲν ἀμφοτέρασ ἔχειν βάροσ καὶ φρόνημα, τὰσ δὲ γενναίασ αἰδουμένασ τὰ αἰσχρὰ μᾶλλον ὑπηκόουσ εἶναι πρόσ τὰ καλὰ τοῖσ γεγαμηκόσι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기