호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν τούτῳ δὲ καί τοῦ Μανίου κάτωθεν πρὸς τὰ διατειχίσματα βιαζομένου καί τοῖς στενοῖς προσβάλλοντος ἀθρόαν τὴν δύναμιν, ὁ μέν Ἀντίοχος εἰς τὸ στόμα λίθῳ πληγείς ἐκτιναχθέντων αὐτοῦ τῶν ὀδόντων ἀπ έστρεψε τὸν ἵππον ὀπίσω, περιαλγὴς γενόμενος, τοῦ δὲ στρατοῦ μέρος οὐδὲν ὑπέμεινε τοὺς Ῥωμαίους, ἀλλὰ καίπερ ἀπόρους καί ἀμηχάνους τῆς φυγῆς ὁδοὺς καί πλάνας ἐχούσης, ἑλῶν βαθέων καί πετρῶν ἀποτόμων τὰ πτώματα καί τὰς ὀλισθήσεις ὑποδεχομένων, εἰς ταῦτα διὰ τῶν στενῶν ὑπερχεόμενοι καί συνωθοῦντες ἀλλήλους φόβῳ πληγῆς καί σιδήρου πολεμίων αὑτοὺς διέφθειρον.? καί φησι τοῖς ἰδοῦσιν αὐτόν τότε διώκοντα καί παίοντα τοὺς πολεμίους παραστῆναι μηδὲν ὀφείλειν Κάτωνα τῷ δήμῳ τοσοῦτον, ὅσον Κάτωνι τὸν δῆμον, αὐτόν τε Μάνιον τὸν ὕπατον θερμὸν ἀπὸ τῆς νίκης ἔτι θερμῷ περιπλακέντα πολὺν χρόνον ἀσπάζεσθαι καὶ βοᾶν ὑπὸ χαρᾶς, ὡς οὔτ ἂν αὐτὸς οὔθ ὁ σύμπας δῆμος ἐξισώσειε τὰς ἀμοιβὰς ταῖς Κάτωνος εὐεργεσίαις.
μετὰ δὲ τὴν μάχην εὐθὺς εἰς Ῥώμην ἐπέμπετο τῶν ἠγωνισμένων αὐτάγγελος:
καί διέπλευσε μέν εἰς Βρεντέσιον εὐτυχῶς, μιᾷ δ ἡμέρᾳ διελάσας ἐκεῖθεν εἰς Τάραντα καί τέσσαρας ἄλλας ὁδεύσας πεμπταῖος εἰς Ῥώμην ἀπὸ θαλάσσης ἀφίκετο καί πρῶτος ἀπήγγειλε τὴν νίκην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기