호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὕτω δὲ πάλιν ἐπανελθόντεσ ὀπίσω τὴν στρατιὰν ἀνέλαβον, καὶ πρόσ τὰ σημεῖα προάγοντεσ ἥψαντο μὲν ἐκείνησ τῆσ ἀτραποῦ καὶ κατεστήσαντο τὴν πορείαν, μικρὸν δὲ προελθοῦσιν αὐτοῖσ ἐπέλιπε φάραγγοσ ὑπολαμβανούσησ. καὶ πάλιν ἦν ἀπορία καὶ δέοσ οὐκ ἐπισταμένων οὐδὲ συνορώντων ὅτι πλησίον ἐτύγχανον τῶν πολεμίων γεγονότεσ. ἤδη δὲ διέλαμπεν ἡμέρα, καὶ φθογγῆσ τίσ ἔδοξεν ἐπακοῦσαι, τάχα δὲ καὶ καθορᾶν Ἑλληνικὸν χάρακα καὶ προφυλακὴν ὑπὸ τὸ κρημνῶδεσ, οὕτωσ οὖν ἐπιστήσασ ἐνταῦθα τὴν στρατιὰν ὁ Κάτων ἐκέλευσεν αὐτῷ προσελθεῖν ἄνευ τῶν ἄλλων τοὺσ Φιρμανούσ, οἷσ ἀεὶ πιστοῖσ ἐχρῆτο καὶ προθύμοισ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기