호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῖσ μέν οὖν στρατιώταισ πολλὰ παρὰ τὴν στρατείαν ὠφεληθεῖσιν ἔτι καὶ λίτραν ἀργυρίου κατ’ ἄνδρα προσδιένειμεν, εἰπὼν ὡσ κρεῖττον εἰή πολλοὺσ Ῥωμαίων ἀργύριον ἢ χρυσίον ὀλίγουσ ἔχοντασ ἐπανελθεῖν. εἷσ δ’ αὑτὸν ἐκ τῶν ἁλισκομένων οὐδὲν ἐλθεῖν λέγει πλὴν ὅσα πέπωκεν ἢ βέβρωκε. "τοὺσ ὠφελεῖσθαι ζητοῦντασ ἐκ τούτων, ἀλλὰ βούλομαι μᾶλλον περὶ ἀρετῆσ τοῖσ ἀρίστοισ ἢ περὶ χρημάτων τοῖσ πλουσιωτάτοισ ἁμιλλᾶσθαι καὶ τοῖσ φιλαργυρωτάτοισ περὶ φιλαργυρίασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기