호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πολλὰ τοιαῦτα λέγων ὁ Μάρκιος ὑπερφυῶς εἶχε τοὺς νέους συνενθουσιῶντας αὐτῷ καὶ τοὺς πλουσίους ὀλίγου δεῖν ἅπαντας, μόνον ἐκεῖνον ἄνδρα τὴν πόλιν ἔχειν ἀήττητον καὶ ἀκολάκευτον βοῶντας, ἔνιοι δὲ τῶν πρεσβυτέρων ἠναντιοῦντο, ὑφορώμενοι τὸ ἀποβησόμενον.? ἀπέβη δὲ χρηστὸν οὐδέν. οἱ γὰρ δήμαρχοι παρόντες, ὡς ᾔσθοντο τῇ γνώμῃ κρατοῦντα τὸν Μάρκιον, ἐξέδραμον εἰς τὸν ὄχλον μετὰ βοῆς παρακελευόμενοι συνίστασθαι καὶ βοηθεῖν αὐτοῖς τοὺς πολλούς, ἐκκλησίας δὲ θορυβώδους γενομένης, καὶ τῶν λόγων οὓς ὁ Μάρκιος εἶπεν ἀναγορευθέντων, ὀλίγον ἐδέησεν ἐμπεσεῖν ὑπ ὀργῆς φερόμενος εἰς τὴν βουλὴν ὁ δῆμος: οἱ δὲ δήμαρχοι τοῦ Μαρκίου τὴν αἰτίαν ἐποιοῦντο, καὶ πέμποντες ἐκάλουν αὐτὸν ἀπολογησόμενον.
ὡς δὲ πρὸς ὕβριν τοὺς πεμφθέντας ἐξήλασεν ὑπηρέτας, αὐτοὶ μετὰ τῶν ἀγορανόμων ἧκον ἄξοντες βίᾳ τὸν ἄνδρα, καὶ τοῦ σώματος ἐπελαμβάνοντο. συστάντες δ οἱ πατρίκιοι τοὺς μὲν δημάρχους ἀπετρίψαντο, τοῖς δ ἀγορανόμοις καὶ πληγὰς ἐνέβαλον. τότε μὲν οὖν ἑσπέρα καταλαβοῦσα τὴν ταραχὴν διέλυσεν:
ἅμα δὲ ἡμέρᾳ τὸν δῆμον ἐξηγριωμένον ὁρῶντες οἱ ὕπατοι καὶ συντρέχοντα πανταχόθεν εἰς τὴν ἀγοράν ἔδεισαν ὑπὲρ τῆς πόλεως, καὶ τὴν βουλὴν ἀθροίσαντες ἐκέλευον σκοπεῖν ὅπως ἐπιεικέσι λόγοις καὶ δόγμασι χρηστοῖς πραϋ´νωσι καὶ καταστήσωσι τοὺς πολλούς, ὡς οὐ φιλοτιμίας οὖσαν ὡρ´αν, οὐδ ὑπὲρ δόξης ἅμιλλαν, εἰ σωφρονοῦσιν, ἀλλὰ καιρὸν ἐπισφαλῆ καὶ ὀξὺν, εὐγνώμονος πολιτείας καὶ φιλανθρώπου δεόμενον. εἰξάντων δὲ τῶν πλείστων προελθόντες ὡς ἐνῆν μάλιστα τῷ δήμῳ διελέγοντο καὶ κατεπράϋνον, ἀπολυόμενοί τε τὰς διαβολὰς ἐπιεικῶς καὶ τῷ νουθετοῦντι καὶ δάκνοντι μετρίως χρώμενοι, περὶ δὲ τιμῆς ὠνίων καὶ ἀγορᾶς οὐδὲν διοίσεσθαι πρὸς αὐτοὺς φάσκοντες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기