호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ τοῦ γε Μαρκίου πολλὰς ὑποφαίνοντος ὠτειλὰς ἀπὸ πολλῶν ἀγώνων, ἐν οἷς ἐπρώτευσεν ἑπτακαίδεκα ἔτη συνεχῶς στρατευόμενος, ἐδυσωποῦντο τὴν ἀρετὴν, καὶ λόγον ἀλλήλοις ἐδίδοσαν ὡς ἐκεῖνον ἀποδείξοντες.? ἐπεὶ δέ, τῆς ἡμέρας ἐν ᾗ τὴν ψῆφον ἔδει φέρειν ἐνστάσης, ὁ Μάρκιος εἰς ἀγορὰν ἐνέβαλε σοβαρῶς ὑπὸ τῆς βουλῆς προπεμπόμενος, καὶ πάντες οἱ πατρίκιοι περὶ αὐτὸν ἐγένοντο φανεροὶ πρὸς μηδέν οὕτω μηδέποτε σπουδάσαντες, ἐξέπεσον αὖθις οἱ πολλοὶ τῆς πρὸς αὐτὸν εὐνοίας, εἰς τὸ νεμεσᾶν καὶ φθονεῖν ὑποφερόμενοι. προσῆν δὲ τῷ πάθει τούτῳ καὶ δέος, εἰ γένοιτο τῆς ἀρχῆς κύριος ἀνὴρ ἀριστοκρατικὸς καὶ τοσοῦτον ἔχων ἐν τοῖς πατρικίοις ἀξίωμα, μὴ παντάπασιν ἀφέλοιτο τοῦ δήμου τὴν ἐλευθερίαν.
οὐδὲ τὴν ἐρημίᾳ ξύνοικον, ὡς Πλάτων ἔλεγεν, αὐθάδειαν εἰδὼς ὅτι δεῖ μάλιστα διαφεύγειν ἐπιχειροῦντα πράγμασι κοινοῖς καὶ ἀνθρώποις ὁμιλεῖν, καὶ γενέσθαι τῆς πολλὰ γελωμένης ὑπ ἐνίων ἀνεξικακίας ἐραστήν.
ἀλλ ἁπλοῦς τις ὢν ἀεὶ καὶ ἀτενής, καὶ τὸ νικᾶν καὶ κρατεῖν ἁπάντων πάντως ἀνδρείας ἔργον ἡγούμενος, οὐκ ἀσθενείας καὶ μαλακίας, ἐκ τοῦ πονοῦντος καὶ πεπονθότος μάλιστα τῆς ψυχῆς, ὥσπερ οἴδημα, τὸν θυμὸν ἀναδιδούσης, ἀπῄει ταραχῆς μεστὸς ὢν καὶ πικρίας πρὸς τὸν δῆμον. οἱ δ ἐν ἡλικίᾳ τῶν πατρικίων, ὅ τι περ ἦν ἐν τῇ πόλει μάλιστα γαυρούμενον εὐγενείᾳ καὶ ἀνθοῦν, ἀεί τε θαυμαστῶς ἐσπουδάκεσαν περὶ τὸν ἄνδρα, καὶ τότε προσκείμενοι καὶ παρόντες οὐκ ἐπ ἀγαθῷ τὸν θυμὸν ἐξερρίπιζον αὐτοῦ τῷ συναγανακτεῖν καὶ συναλγεῖν.
ἦν γὰρ ἡγεμὼν αὐτοῖς καὶ διδάσκαλος εὐμενὴς τῶν πολεμικῶν ἐν ταῖς στρατείαις, καὶ ζῆλον ἀρετῆς ἄνευ φθόνου πρὸς ἀλλήλους γαυρῶσαι τοὺς κατορθοῦντας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기