- 텍스트

Plutarch, Lives, chapter 14

(플루타르코스, Lives, chapter 14)

ὀλίγου δὲ χρόνου μετῄει μὲν ὑπατείαν ὁ Μάρκιος, ἐκάμπτοντο δὲ οἱ πολλοί, καὶ τὸν δῆμον αἰδώς τις εἶχεν ἄνδρα καὶ γένει καὶ ἀρετῇ πρῶτον ἀτιμάσαι καὶ καταβαλεῖν ἐπὶ τοσούτοις καὶ τηλικούτοις εὐεργετήμασι.? οὐ γὰρ ὑποψίᾳ δήπου διανομῆς ἀργυρίου καὶ δεκασμῶν ἄζωστον ἐβούλοντο προσιέναι καὶ ἀχίτωνα τοῖς πολίταις τὸν δεόμενον αὐτῶν ὀψὲ γὰρ μετὰ πολὺν χρόνον ὠνὴ καὶ πρᾶσις ἐπεισῆλθε, καὶ συνεμίγη ταῖς ἐκκλησιαστικαῖς ψήφοις ἀργύριον, ἐκ δὲ τούτου καὶ δικαστῶν θιγοῦσα καὶ στρατοπέδων ἡ δωροδοκία περιέστησεν εἰς μοναρχίαν τὴν πόλιν, ἐξανδραποδισαμένη τὰ ὅπλα τοῖς χρήμασιν.

οὐ γὰρ κακῶς ἐοίκεν εἰπεῖν ὁ εἰπὼν ὅτι πρῶτος κατέλυσε τὸν δῆμον ὁ πρῶτος ἑστιάσας καὶ δεκάσας.

φαίνεται δὲ κρύφα καὶ κατὰ μικρὸν ὑπορρέον οὐκ εὐθὺς ἔκδηλον ἐν Ῥώμῃ γενέσθαι τὸ κακόν, οὐ γὰρ ἴσμεν ὅστις ἦν ὁ δεκάσας πρῶτος ἐν Ῥώμῃ δῆμον ἢ δικαστήριον: Ἀθήνησι δὲ λέγεται πρῶτος ἀργύριον δοῦναι δικασταῖς Ἄνυτος ὁ Ἀνθεμίωνος, προδοσίας περὶ Πύλου κρινόμενος, ἐν τοῖς Πελοποννησιακοῖς ἤδη τελευτῶσιν, ὁπηνίκα τὸ χρυσοῦν ἔτι γένος καὶ ἀκήρατον ἐν Ῥώμῃ τὴν ἀγορὰν κατεῖχεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION