- 텍스트

Plutarch, chapter 12

(플루타르코스, chapter 12)

ἤδη δὲ τῆς πολιορκίας χρόνον λαμβανούσης Ἀντίγονος τεθνηκέναι πυνθανόμενος Ἀντίπατρον ἐν Μακεδονίᾳ, καὶ τεταράχθαι τὰ πράγματα Κασάνδρου καὶ Πολυσπέρχοντος διαφερομένων, οὐδὲν ἔτι μικρὸν ἐλπίζων, ἀλλὰ τῇ γνώμῃ τὴν ὅλην περιβαλλόμενος ἡγεμονίαν:? ἐβούλετο τὸν Εὐμενῆ φίλον ἔχειν καὶ συνεργὸν ἐπὶ τὰς πράξεις, διὸ πέμψας Ιἑρώνυμον ἐσπένδετο τῷ Εὐμενεῖ, προτείνας ὁρ´κον, ὃν ὁ Εὐμενὴς διορθώσας ἐπέτρεψεν ἐπικρῖναι τοῖς πολιορκοῦσιν αὐτὸν Μακεδόσι, πότερος εἰή δικαιότερος. Ἀντίγονος μὲν γὰρ ἀφοσιώσεως ἕνεκεν ἐν ἀρχῇ τῶν βασιλέων ἐπιμνησθείς τὸν λοιπὸν ὁρ´κον εἰς ἑαυτὸν ὡρ´κιζεν, Εὐμένης δὲ πρώτην μὲν ἐνέγραψε τοῖς ὁρ´κοις Ὀλυμπιάδα μετὰ τῶν βασιλέων, ἔπειτα ὤμνυεν οὐκ Ἀντιγόνῳ μόνον εὐνοήσειν οὐδ ἐκείνῳ τὸν αὐτὸν ἐχθρὸν ἕξειν καὶ φίλον, ἀλλὰ καὶ Ὀλυμπιάδι καὶ τοῖς βασιλεῦσιν.

ὧν δικαιοτέρων φανέντων, οἱ Μακεδόνες ταῦθ ὁρκίσαντες τὸν Εὐμενῆ τὴν πολιορκίαν ἔλυσαν, καὶ πρὸς τὸν Ἀντίγονον ἀπέστελλον, ὅπως καὶ αὐτὸς ἀποδῷ τῷ Εὐμενεῖ τὸν ὁρ´κον. ἐν τούτῳ δὲ Εὐμενὴς ὅσους εἶχεν ἐν Νώροις τῶν Καππαδοκῶν ὁμήρους ἀπεδίδου, λαμβάνων ἵππους καὶ ὑποζύγια καὶ σκηνὰς παρὰ τῶν κομιζομένων, καὶ συνῆγε τῶν στρατιωτῶν ὅσοι διασπαρέντες ἀπὸ τῆς φυγῆς ἐπλανῶντο κατὰ τὴν χώραν, ὥστε περὶ αὐτὸν ἱππεῖς ὀλίγῳ τῶν χιλίων ἀποδέοντας γενέσθαι, μεθ ὧν ἐξελάσας ἔφυγεν, ὀρθῶς φοβηθεὶς τὸν Ἀντίγονον.

οὐ γὰρ μόνον ἐκεῖνον ἐκέλευσε πολιορκεῖν αὖθις περιτειχίσαντας, ἀλλὰ καὶ τοῖς Μακεδόσι πικρῶς ἀντέγραψε δεξαμένοις τοῦ ὁρ´κου τὴν διόρθωσιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION