- 텍스트

Plutarch, De fato, section 10

(플루타르코스, De fato, section 10)

ἐγὼ μὲν οὖν τὰ πρὸς τοῦ Πλάτωνος ταύτῃ τῇ παροιμίᾳ λαμβάνω.? τριττῆς γὰρ οὔσης τῆς προνοίας, ἡ μὲν ἅτε γεννήσασα τὴν εἱμαρμένην τρόπον τινὰ αὐτὴν περιλαμβάνει:

ἡ δὲ συγγεννηθεῖσα τῇ εἱμαρμένῃ πάντως αὐτῇ συμπεριλαμβάνεται ἡ δ ὡς ὕστερον τῆς εἱμαρμένης γενομένη κατὰ ταὐτὰ δὴ ἐμπεριέχεται ὑπ αὐτῆς, καθ ἃ καὶ τὸ ἐφ ἡμῖν καὶ ἡ τύχη εἴρηται. "οὗτοί εἰσιν, ὧν καὶ σὺ ᾔσθησαι:

καθ εἱμαρμένην, τὸ δ ὅλον οὐκ ἄδηλον, ὡς αὐτὸ τοῦθ εἱμαρμένη τίς ἐστιν.

τάχα δ ἂν οὕτω πολὺ πιθανώτερον δόξειε καὶ τὴν δευτέραν πρόνοιαν ὑπὸ τῆς εἱμαρμένης περιέχεσθαι καὶ πάνθ ἁπλῶς τὰ γιγνόμενα:

εἴ γε καὶ ἡ κατ οὐσίαν εἱμαρμένη ὀρθῶς ἡμῖν εἰς τὰς τρεῖς μοίρας διανενέμηται, καὶ ὁ τῆς ἁλύσεως λόγος τὰς περὶ οὐρανὸν περιόδους τοῖς ἐξ ὑποθέσεως ἀποβαίνουσι συγκαταλέγει. ἔγωγ ἐπὶ πλέον διενεχθείην πρότερον ἐξ ὑποθέσεως λεγόμενα, ἢ ὡς μᾶλλον σὺν εἱμαρμένῃ προκατάρχοντος αὐτῆς τῆς εἱμαρμένης εἱμαρμένου.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION