- 텍스트

Plutarch, De fato, section 5

(플루타르코스, De fato, section 5)

ἑξῆς δὲ σκεπτέον καὶ τὰ κατὰ τὸ πρός τι, πῶς μὲν πρὸς τὴν πρόνοιαν ἡ εἱμαρμένη:? ἔχει, πῶς δὲ πρὸς τὴν τύχην καὶ τὸ γ ἐφ ἡμῖν καὶ τὸ ἐνδεχόμενον καὶ ὅσα τοιαῦτα: "πάντα καθ εἱμαρμένην. εἰ μὲν οὖν τὸ ἐν τῇ εἱμαρμένῃ πάντα περιέχεσθαι δηλοῖ, συγχωρητέον εἶναι ἀληθές:

εἴθ ὅσα περὶ ἀνθρώπους εἴτε περὶ γῆν ἅπαντα εἴτε κατ οὐρανὸν γιγνόμενα, βούλεταί τις ἐν τῇ εἱμαρμένῃ τίθεσθαι, καὶ ταῦθ ὡς πρὸς τὸ παρὸν συγκεχωρήσθω. εἰ δ, ὅπερ καὶ μᾶλλον ἐμφαίνει, τὸ καθ εἱμαρμένην οὐχ ἅπαντα, ἀλλ αὐτὸ μόνον τὸ ἑπόμενον αὐτῷ σημαίνει, οὐ πάντα ῥητέον καθ εἱμαρμένην.

οὐδὲ γὰρ νόμιμα οὐδὲ κατὰ νόμον πάνθ ὁπόσα περιείληφεν ὁ νόμος: καὶ γὰρ προδοσίαν καὶ λιποταξίαν καὶ μοιχείαν καὶ πολλὰ ἕτερα τοιαῦτα περιλαμβάνει, ὧν οὐδὲν ἄν τις εἴποι νόμιμον: ὁπότ οὐδὲ τὸ ἀριστεῦσαι ἢ τυραννοκτονῆσαι ἤ τι ἄλλο κατορθῶσαι φαίην ἂν ἔγωγε νόμιμον.

τὸ μὲν γὰρ δὴ νόμιμον πρόσταγμα νόμου ἐστί: τὸ δ εἴπερ ὁ νόμος προστάττει, πῶς οὐκ ἂν ἀπειθοῖεν καὶ παρανομοῖεν οἵ γε μὴ ἀριστεύοντες καὶ τυραννοκτονοῦντες καὶ ὅσοι τὰ τοιαῦτα μὴ κατορθοῦσιν· ἢ πῶς, εἰ παράνομοι οἵδε, οὐ δίκαιον κολάζειν τοὺς τοιούτους·

εἴ γε μὴν ταῦτα λόγον οὐκ ἔχει, μόνα ῥητέον νόμιμὰ τε καὶ κατὰ νόμον τὰ ὑπὸ τοῦ νόμου ὁρισθέντ ἐπὶ τοῖς ὁπωσοῦν πραττομένοις: μόνα δ εἱμαρμένα καὶ καθ εἱμαρμένην τὰ ἀκόλουθα τοῖς ἐν τῇ θείᾳ διατάξει προηγησαμένοις.

καθ εἱμαρμένην.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION